The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(When Marcus Aurelius began to speak, Silenus whispered to Dionysus, “Let
us hear which one of his paradoxes and wonderful doctrines this Stoic will
produce.” But Marcus turned to Zeus and the other gods and said, “It seems
to me, O Zeus and ye other gods, that I have no need to make a speech or
to compete. If you did not know all that concerns me it would indeed be
fitting for me to inform you. But since you know it and nothing at all is
hidden from you, do you of your own accord assign me such honour as I
deserve.” Thus Marcus showed that admirable as he was in other respects he
was wise also beyond the rest, because he knew)
Λέγειν θ᾽ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν.
(“When it is time to speak and when to be silent.”(646))
Τῷ Κωνσαταντίνῳ μετὰ τοῦτον λέγειν ἐπέτρεπον. ὁ δὲ πρότερον μὲν ἐθάρρει
τὴν ἀγωνίαν. ὡς δὲ ἀπέβλεπεν εἰς τὰ τῶν ἄλλων ἔργα, μικρὰ παντάπασιν εἶδε
τὰ ἑαυτοῦ. [329] δύο γὰρ τυράννους, εἴ γε χρὴ τἀληθῆ φάναι, καθῃρήκει, τὸν
μὲν ἀπόλεμον τε καὶ μαλακόν, τὸν δὲ ἄθλιόν τε καὶ διὰ τὸ γῆρας
ἀσθενῆ,(647) ἀμφοτέρω δὲ θεοῖς τε καὶ ἀνθρώποις ἐχθίστω. τά γε μὴν εἰς
τοὺς βαρβάρους ἦν γελοῖα αὐτῷ· φόρους γὰρ ὥσπερ ἐτετελέκαι,(648) καὶ πρὸς
τὴν Τρυφὴν ἀφεώρα· πόρρω δὲ εἱστήκει τῶν θεῶν αὕτη περὶ τὰ πρόθυρα τῆς
Σελήνης· ἐρωτικῶς τε οὖν εἶχεν αὐτῆς, καὶ ὅλος πρὸς ἐκείνην [B] βλέπων
οὐδὲν ἔμελεν αὐτῷ περὶ τῆς νίκης.(649) ἐπεὶ δὲ ἐχρῆν καὶ αὐτὸν εἰπεῖν τι,
Ταύτῃ τούτων κρείττων, ἔφη, εἰμί, τοῦ Μακεδόνος μέν, ὅτι πρὸς Ῥωμαίους καὶ
τὰ Γερμανικὰ καὶ Σκυθικὰ γένη καὶ οὐχὶ πρὸς τοὺς Ἀσιανοὺς βαρβάρους
ἠγωνισάμην, Καίσαρος δὲ καὶ Ὀκταβιανοῦ τῷ μή, καθάπερ οὗτοι, πρὸς καλοὺς
κἀγαθοὺς πολίτας στασιάσαι, τοῖς μιαρωτάτοις δὲ καὶ πονηροτάτοις τῶν
τυράννων ἐπεξελθεῖν. [C] Τραïανοῦ δὲ τοῖς μὲν κατὰ τῶν τυράννων
ἀνδραγαθήμασιν εἰκότως ἂν προτιμηθείην, τῷ δὲ ἣν οὗτος προσεκτήσατο χώραν
ἀναλαβεῖν ἴσος ἂν οὐκ ἀπεικότως νομιζοίμην, εἰ μὴ καὶ μεῖζον ἐστι τὸ
ἀνακτήσασθαι τοῦ κτήσασθαι. Μάρκος δὲ οὑτοσὶ σιωπῶν ὑπὲρ αὑτοῦ πᾶσιν ἡμῖν
τῶν πρωτείων ἐξίσταται. καὶ ὁ Σειληνός, Ἀλλ᾽ ἦ τοὺς Ἀδώνιδος κήπους ὡς
ἔργα ἡμῖν, ὦ Κωνσταντῖνε, σεαυτοῦ προφέρεις; τί δέ, εἶπεν, εἰσὶν οὓς
λέγεις Ἀδώνιδος κήπους; [D] οὓς αἱ γυναῖκες, ἔφη, τῷ τῆς Ἀφροδίτης ἀνδρὶ
φυτεύουσιν ὀστρακίοις ἐπαμησάμεναι γῆν λαχανίαν· χλοήσαντα δὲ ταῦτα πρὸς
ὀλίγον αὐτίκα ἀπομαραίνεται. καὶ ὁ Κωνσταντῖνος ἠρυθρίασεν, ἄντικρυς
ἐπιγνοὺς τοιοῦτον τὸ ἑαυτοῦ ἔργον.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account