had the air of being willing; since he who offered that honour or favour or whatever you may please to call it, was unwilling to bestow it, while he who received it was sincere in steadily refusing it. This matter, however, is and shall be as the gods will. But perhaps if my tutor had foreseen this he would have exercised much forethought to the end that I might, as far as possible, seem agreeable in your eyes.) Εἶτα οὐκ ἔξεστιν ἀποθέσθαι νῦν καὶ μεταμαθεῖν εἴ τι πρότερον ἡμῖν ἄγροικον ἦθος ἐνετράφη; Ἔθος, φασί, δευτέρη φύσις· φύσει μάχεσθαι δ᾽ ἔργον, ἐτῶν τριάκοντα μελέτην ἀφεῖναι παγχάλεπον ἄλλως τε καὶ μετὰ τοσαύτης ἐγγενομένην τῆς χαλεπότητος· ἐμοὶ δὲ ἤδη πλείω τούτων ἐστίν. Εἶεν· [B] ἀλλὰ τί παθὼν αὐτὸς ἐπιχειρεῖς ἀκροᾶσθαι περὶ τῶν συμβολαίων καὶ δικάζειν; οὐ γὰρ δὴ καὶ τοῦτό σε ὁ παιδαγωγὸς ἐδίδασκεν, ὃς οὐδ᾽ εἰ ἄρξεις ἠπίστατο. Δεινὸς δὲ ἀνέπεισε γέρων, ὃν καὶ ὑμειῖς ὡς ὄντα μάλιστα αἰτιώτατον τῶν ἐμῶν ἐπιτηδευμάτων ὀρθῶς ποιοῦντες ξυλλοιδορεῖτέ μοι, καὶ τοῦτον δ᾽, εὖ ἴστε, ὑπ᾽ ἄλλων ἐξηπατημένον. ὀνόματα ἥκει πρὸς ὑμᾶς πολλάκις κωμῳδούμενα, Πλάτων καὶ Σωκράτης καὶ Ἀριστοτέλης καὶ Θεόφραστος. [C] ἐκείνοις ὁ γέρων οὗτος πεισθεὶς ὑπ᾽ ἀφροσύνης, ἔπειτα ἐμὲ νέον εὑρών, ἐραστὴν λόγων, ἀνέπεισεν, ὡς, εἰ τὰ πάντα ἐκείνων ζηλωτὴς γενοίμην, ἀμείνων ἔσομαι τῶν μὲν ἄλλων ἀνθρώπων ἴσως οὐδενός· οὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν· ἐμαυτοῦ δὲ πάντως. ἐγὼ δέ· οὐ γὰρ εἶχον ὅ,τι ποιῶ· πεισθεὶς οὐκέτι δύναμαι μεταθέσθαι, καὶ ταῦτα ἐθέλων πολλάκις, [D] ἀλλ᾽ ὀνειδίζω μὲν ἐμαυτῷ, διότι μὴ ποιῶ πᾶσιν ἄδειαν(746) ἁπάντων ἀδικημάτων· ὕπεισι δέ με ἐκ τῶν Πλάτωνος ὅσα ὁ Ἀθηναῖος διεξῆλθε ξένος, “Τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδ᾽ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν. ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, [354] ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῆς. τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται, δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν, ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι.”
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account