οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ᾽ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, [D] ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν. (To go back then to what led me to say all this. Whenever myths on sacred subjects are incongruous in thought, by that very fact they cry aloud, as it were, and summon us not to believe them literally but to study and track down their hidden meaning. And in such myths the incongruous element is even more valuable than the serious and straightforward, the more so that when the latter is used there is risk of our regarding the gods as exceedingly great and noble and good certainly, but still as human beings, whereas when the meaning is expressed incongruous there is some hope that men will neglect the more obvious sense of the words, and that pure intelligence may rise to the comprehension of the distinctive nature of the gods that transcends all existing things.) [223] Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων. ὁ δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων δράτω(210) τοῦτο μὴ πρὸς ἄνδρας, ἀλλὰ πρὸς παῖδας ἤτοι καθ᾽ ἡλικίαν ἢ τῷ φρονεῖν, πάντως δὲ τῶν λόγων τούτων δεομένους. εἰ μὲν οὖν ἡμεῖς σοι παῖδες ἐφάνημεν εἴτε [B] ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ, εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ· τί γὰρ ἂν ἀκκίζοιτί τις; ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα ἢ μικρὸν πεποίηται ἔργον; τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοὺ δικαίου; τίνα ἐθεράπευσας πενθοῦντα, [C] τῷ λόγῳ διδάξας, ὅτι μὴ κακὸν ὁ θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; τίς δ᾽ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης, ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ἢ ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; ἔργον οἴει μέγα βακτηρίαν λαβεῖν ἢ τρίχας ἀνεῖναι, [D] καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; εἰπὲ πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων, οἷ δι᾽ ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ᾽ ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν; καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλον δυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. [224] τί δὲ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account