καὶ τὸ περιθοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς ἢ τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς τοῖς ξύλοις(211) ἀκούω τινὰς ὑμῶν χαλεπώτερον ἢ τοῖς ξίφεσιν ἐκεῖνοι. γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. πάλαι μὲν οὖν ὑμῖν ἐθέρμην ἐγὼ τοῦτο τὸ ὄνομα, [B] νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν. ἀποτακτιστάς τινας ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται(212) τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστί, πλὴν ἴσως τοῦ χρηματίζεσθαι. τοῦτο δὲ οὐ παρ᾽ ὑμᾶς γίγνεται, παρ᾽ ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων· ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα τοῦ φορολογεῖν εὐπροσώπως, [C] ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ᾽ ὅπως ἐλεημοσύνην, τὰ δ᾽ ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν ἐγένετο, [D] μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; ἀνῆλθεν ὁ Ἀσκληπιάδης, εἶτα ὁ Σερηνιανός, εἶτα ὁ Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον ὅ, τι ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ᾽ ὑμῶν ἄλλοι δὶς τοσοῦτοι. τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, ὦ λῷστοι; τίς ᾔσθετο πόλις ἢ τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε, κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ βιβλία δόντες [225] καὶ ταῦτα προσαχθῆναι(213) προσλιπαρήσαντες; οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοόοφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδήμεια καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account