(“I heed them not, for my affairs are prosperous,”(303) I alone occasion sorrow and anxiety.) ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς μὲν μάλιστα καὶ προηγουμένως, ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολογήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πιστούμενοι, [D] ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ᾽ ἐξ ὧν ἀεὶ ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν, ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων· χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ᾽ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει. (However this sorrow it seems we share equally, though you grieve only on my account, while I constantly feel the lack of your society and call to mind the friendship that we pledged to one another—that friendship which we ever cemented afresh, based as it was, first and foremost, on virtue, and secondly on the obligations which you continually conferred on me and I on you. Not by oaths or by any such ties did we ratify it, like Theseus and Peirithous, but by being of the same mind and purpose, in that so far from forbearing to inflict injury on any citizen, we never even debated any such thing with one another. But whether anything useful was done or planned by us in common, I will leave to others to say.) Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, [243] δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ. φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ᾽ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν [B] τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ἐκεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ(304) καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως [C] ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ᾽ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, [D] ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account