The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
daylight and the sun because they allowed me to see him whom I loved
best.(328) But, Pericles, if nature had given you eyes only as she has to
wild beasts, it would be natural enough for you to feel excessive grief.
But since she has breathed into you a soul, and implanted in you
intelligence by means of which you now behold in memory many past events,
though they are no longer before you: and further since your reasoning
power discovers many future events and reveals them as it were to the eyes
of your mind; and again your imagination sketches for you not only those
present events which are going on under your eyes and allows you to judge
and survey them, but also reveals to you things at a distance and many
thousand stades(329) removed more clearly than what is going on at your
feet and before your eyes, what need is there for such grief and
resentment? And to show that I have authority for what I say,)
Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει
(‘The mind sees and the mind hears,’)
φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ᾽ ὅταν
τινὰ τῶν δαιμόνων Ὄμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει,
(says the Sicilian;(330) and mind is a thing so acute and endowed with
such amazing speed that when Homer wishes to show us one of the gods
employing incredible speed in travelling he says:)
Ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος
(‘As when the mind of a man darts swiftly.’(331))
φησί. [B] τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα
δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ
Ἰλλυριῶν. καὶ γὰρ οὐδ᾽, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη
χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις
συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν
τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. [C]
οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν
καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν
ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε
ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν
ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν [D] καὶ
ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε
ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν
ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ᾽ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ
τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα
μετ᾽ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν
ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, [248] καὶ περὶ πολιτείας καὶ
νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν
ἐπῄει(332) ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις
τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων(333) ἰνδάλμασι
προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς
τοῦ σώματος κράσεως αἴσθησις διακειμένη.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account