16 Τὸ ὄν[ομ]ά μου συνκλήτου δόγματι ἐνπεριελή- 17 φθη εἰ[ς τοὺ]ς σαλίων ὕμνους. καὶ ἵνα ἱερὸς ᾦ 18 διὰ [βίο]υ [τ]ε τὴν δημαρχικὴν ἔχῳ ἐξουσίαν, 19 νό[μῳ ἐκ]υρώθη. § Ἀρχιερωσύνην, ἣν ὁ πατήρ 20 [μ]ου [ἐσχ]ήκει τοῦ δήμου μοι καταφέροντος 21 εἰς τὸν τοῦ ζῶντος τόπον, οὐ προσεδεξά- 22 μ[η]ν. § [ἣ]ν ἀρχιερατείαν μετά τινας ἐνιαυτοὺς VI. 1 ἀποθανόντος τοῦ προκατειληφότος αὐ- 2 τὴν ἐν πολειτικαῖς ταραχαῖς, ἀνείληφα, εἰς 3 τὰ ἐμὰ ἀρχαιρέσια ἐξ ὅλης τῆς Ἰταλίας τοσού- 4 του πλήθους συνεληλυθότος, ὅσον οὐδεὶς 5 ἔνπροσθεν ἱστόρησεν ἐπὶ Ῥώμης γεγονέναι Πο- 6 πλίῳ Σουλπικίῳ καὶ Γαίῳ Οὐαλγίῳ ὑπάτοις. c. 11. 7 Βωμὸν Τύχης σωτηρίου ὑπὲρ τῆς ἐμῆς ἐπανόδου 8 πρὸς τῇ Καπήνῃ πύλῃ ἡ σύνκλητος ἀφιέρωσεν· 9 πρὸς ᾧ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας, ἐνιαύσιον θυ- 10 σίαν ποιεῖν ἐκέλευσεν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, 11 ἐν ᾗ ὑπάτοις Κοίντῳ Λουκρητίῳ καὶ Μάρκῳ 12 Οὐινουκίῳ ἐκ Συρίας εἰς Ῥώμην ἐπανεληλύ- 13 θει[ν], τήν τε ἡμέραν ἐκ τῆς ἡμετέρας ἐπωνυ- 14 μίας προσηγόρευσεν Αὐγουστάλια. c. 12. 15 Δόγματι σ[υ]νκλήτου οἱ τὰς μεγίστας ἀρχὰς ἄρ- 16 ξαντε[ς σ]ὺν μέρει στρατηγῶν καὶ δημάρχων 17 μετὰ ὑπ[ά]του Κοίντου Λουκρητίου ἐπέμφθη- 18 σάν μοι ὑπαντήσοντες μέχρι Καμπανίας, ἥτις 19 τειμὴ μέχρι τούτου οὐδὲ ἑνὶ εἰ μὴ ἐμοὶ ἐψηφίσ- 20 θη. § Ὅτε ἐξ Ἱσπανίας καὶ Γαλατίας, τῶν ἐν ταύ- 21 ταις ταῖς ἐπαρχείαις πραγμάτων κατὰ τὰς εὐ- 22 χὰς τελεσθέντων, εἰς Ῥώμην ἐπανῆλθον § 23 Τιβερίῳ [Νέ]ρωνι καὶ Ποπλίῳ Κοιντιλίῳ ὑπάτοις, VII. 1 βωμὸν Ε[ἰρ]ήνης Σεβαστῆς ὑπὲρ τῆς ἐμῆς ἐπανό- 2 δου ἀφιερωθῆναι ἐψηφίσατο ἡ σύνκλητος ἐν πε- 3 δίῳ Ἄρεως, πρὸς ᾧ τούς τε ἐν ταῖς ἀρχαῖς καὶ τοὺς 4 ἱερεῖς τάς τε ἱερείας ἐνιαυσίους θυσίας ἐκέλευσε ποιεῖν. c. 13. 5 Πύλην Ἐνυάλιον, ἣν κεκλῖσθαι οἱ πατέρες ἡμῶν ἠθέ- 6 λησαν εἰρηνευομένης τῆς ὑπὸ Ῥωμάοις πάσης γῆς τε 7 καὶ θαλάσσης, πρὸ μὲν ἐμοῦ, ἐξ οὗ ἡ πόλις ἐκτίσθη, 8 τῷ παντὶ αἰῶνι δὶς μόνον κεκλεῖσθαι ὁμολογεῖ- 9 ται, ἐπὶ δὲ ἐμοῦ ἡγεμόνος τρὶς ἡ σύνκλητος ἐψη- 10 φίσατο κλεισθῆναι. c. 14. 11 Ὑιούς μου Γάιον καὶ Λεύκιον Καίσ[α]ρας, οὓς νεανίας ἀ- 12 νήρπασεν ἡ τύχη, εἰς τὴν ἐμὴν τειμ[ὴ]ν ἥ τ[ε] σύνκλη- 13 τος καὶ ὁ δῆμος τῶν Ῥωμαίων πεντεκαιδεκαέτεις 14 ὄντας ὑπάτους ἀπέδειξεν, ἵνα μετὰ πέντε ἔτη 15 εἰς τὴν ὑπάτον ἀρχὴν εἰσέλθωσιν· καὶ ἀφ’ ἧς ἂν 16 ἡμέ[ρα]ς [εἰς τὴν ἀ]γορὰν [κατ]αχθ[ῶ]σιν, ἵνα [με]τέχω- 17 σιν, τῆς συ[ν]κλήτου ἐψηφίσατο. § ἱππεῖς δὲ Ῥω- 18 μαίων σύν[π]αντες ἡγεμόνα νεότητος ἑκάτε- 19 ρον αὐτῶν [πρ]οσηγόρευσαν, ἀσπίσιν ἀργυρέαις 20 καὶ δόρασιν [ἐτ]είμησαν. c. 15. 21 Δήμῳ Ῥωμα[ίω]ν κατ’ ἄνδρα ἑβδομήκοντα π[έντ]ε 22 δηνάρια ἑκάστῳ ἠρίθμησα κατὰ δια- 23 θήκην τοῦ πατρός μου, καὶ τῷ ἐμῷ ὀνόματι 24 ἐκ λαφύρων [π]ο[λέ]μου ἀνὰ ἑκατὸν δηνάρια VIII. 1 πέμπτον ὕπατος ἔδωκα, § πάλιν τε δέ[κατο]ν 2 ὑπατεύων ἐκ τ[ῆ]ς ἐμῆς ὑπάρξεως ἀνὰ δηνά- 3 ρια ἑκατὸν ἠρίθ[μ]ησα, [§] καὶ ἑνδέκατον ὕπατος
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account