4 δώδεκα σειτομετρήσεις ἐκ τοῦ ἐμοῦ βίου ἀπε- 5 μέτρησα, [§] καὶ δημαρχικῆς ἐξουσίας τὸ δωδέ- 6 κατον ἑκατὸν δηνάρια κατ’ ἄνδρα ἔδωκα· αἵτ[ι]- 7 νες ἐμαὶ ἐπιδόσεις οὐδέποτε ἧσσον ἦλθ[ο]ν ε[ἰ]ς 8 ἄνδρας μυριάδων εἴκοσι πέντε. δημα[ρ]χικῆς ἐ- 9 ξουσίας ὀκτωκαιδέκατον, ὕπατ[ος] δ[ωδέκατον] 10 τριάκοντα τρισ[ὶ] μυριάσιν ὄχλου πολειτικ[οῦ ἑ]ξή- 11 [κοντα δηνάρια κατ’ ἄνδρα ἔδωκα, κα]ὶ ἀποίκοις στρα- 12 τιωτῶν ἐμῶν πέμπτον ὕπατος ἐ[κ] λαφύρων κατὰ 13 ἄνδρα ἀνὰ διακόσια πεντήκοντα δηνάρια ἔδ[ωκα·] 14 ἔλαβον ταύτην τὴν δωρεὰν ἐν ταῖς ἀποικίαις ἀν- 15 θρώπων μυριάδες πλ[εῖ]ον δώδε[κα. ὕ]πατος τ[ρι]σ- 16 καιδέκατον ἀνὰ ἑξήκοντα δηνάρια τῷ σειτομετ[ρου]- 17 μένῳ δήμῳ ἔδω[κα· οὗτο]ς ἀρ[ι]θμ[ὸς πλείων εἴκο- 18 σ]ι [μυ]ριάδων ὑπῆρχ[ε]ν. c. 16. 19 Χρήματα ἐν ὑπατείᾳ τετάρτῃ ἐμῇ κα[ὶ] μετὰ ταῦτα ὑ- 20 πάτοις Μάρκῳ Κράσσῳ καὶ Ναίῳ Λέντλῳ αὔγου- 21 ρι ταῖς πόλεσιν ἠρίθμησα ὑπὲρ ἀργῶν, οὓς ἐμέρισα 22 τοῖς στρατ[ιώ]ταις. Κεφαλαίου ἐγένοντο ἐν Ἰταλίᾳ 23 μὲν μύριαι π[εντακι]σ[χ]ε[ίλιαι μυ]ριάδες, [τῶ]ν [δὲ ἐ]παρ- 24 χειτικῶν ἀγρῶν [μ]υ[ριάδες ἑξακισχίλ]ιαι πεν[τακό]σ[ιαι]. IX. 1 Τοῦτο πρῶτος καὶ μόνος ἁπάντων ἐπόησα τῶν 2 [κατα]γαγόντων ἀποικίας στρατιωτῶν ἐν Ἰτα- 3 λίᾳ ἢ ἐν ἐπαρχείαις μέχρι τῆς ἐμῆς ἡλικίας. § καὶ 4 μετέπειτα Τιβερίῳ Νέρωνι καὶ Ναίῳ Πείσωνι ὑπά- 5 τοις καὶ πάλιν Γαίῳ Ἀνθεστίῳ καὶ Δέκμῳ Λαι- 6 λίῳ ὑπάτοις καὶ Γαίῳ Καλουισίῳ καὶ Λευκίῳ 7 Πασσιήνῳ [ὑ]πάτο[ι]ς [καὶ Λ]ευκίῳ Λέντλῳ καὶ Μάρ- 8 κῳ Μεσσάλ[ᾳ] ὑπάτοις κ[α]ὶ [Λ]ευκίῳ Κανιν[ί]ῳ καὶ 9 [Κ]οίντῳ Φα[β]ρικίῳ ὑπάτοις στρατιώταις ἀπολυ- 10 ομένοις, οὓς κατήγαγον εἰς τὰς ἰδίας πόλ[εις], φιλαν- 11 θρώπου ὀνόματι ἔδωκα μ[υρ]ιάδας ἐγγὺς [μυρία]ς. c. 17. 12 Τετρά[κ]ις χρήμ[α]σιν ἐμοῖς [ἀν]έλαβον τὸ αἰράριον, [εἰς] ὃ 13 [κ]ατήνενκα [χ]ειλίας [ἑπτ]ακοσίας πεντήκοντα 14 μυριάδας. κ[αὶ] Μ[ά]ρκῳ [Λεπίδῳ] καὶ Λευκίῳ Ἀρρουν- 15 τίῳ ὑ[πάτοις ε]ἰς τ[ὸ] στ[ρ]α[τιωτ]ικὸν αἰράριον, ὃ τῇ 16 [ἐμῇ] γ[ν]ώ[μῃ] κατέστη, ἵνα [ἐ]ξ αὐτοῦ αἱ δωρ[ε]αὶ εἰσ- 17 [έπειτα τοῖς ἐ]μοῖς σ[τρατι]ώταις δίδωνται, ο[ἳ εἴκο- 18 σι]ν ἐνιαυτο[ὺ]ς ἢ πλείονας ἐστρατεύσαντο, μ[υ]ρι- 19 άδα[ς] τετρά[κ]ις χειλίας διακοσίας πεντήκοντα 20 [ἐκ τῆς ἐ]μ[ῆς] ὑπάρξεως κατήνενκα. c. 18. 21 [Ἀπ’ ἐκ]είνου τ[ο]ῦ ἐνιαυτοῦ, ἐ[φ’] οὗ Ναῖος καὶ Πόπλιος 22 [Λ]έντλοι ὕπατοι ἐγένοντο, ὅτε ὑπέλειπον αἱ δη- 23 [μό]σιαι πρόσοδοι, ἄλλοτε μὲν δέκα μυριάσιν, ἄλ- 24 [λοτε] δὲ πλείοσιν σειτικὰς καὶ ἀργυρικὰς συντάξεις X. 1 ἐκ τῆς ἐμῆς ὑπάρξεως ἔδωκα. c. 19. 2 Βουλευτήρ[ιο]ν καὶ τὸ πλησίον αὐτῷ χαλκιδικόν, 3 ναόν τε Ἀπόλλωνος ἐν Παλατίῳ σὺν στοαῖς, 4 ναὸν θεοῦ [Ἰ]ουλίου, Πανὸς ἱερόν, στοὰν πρὸς ἱπ- 5 ποδρόμῳ τῷ προσαγορευομένῳ Φλαμινίῳ, ἣν 6 εἴασα προσαγορεύεσθαι ἐξ ὀνόματος ἐκείνου Ὀκτα- 7 ουίαν, ὃ[ς] πρῶτος αὐτὴν ἀνέστησεν, ναὸν πρὸς τῷ 8 μεγάλῳ ἱπποδρόμῳ, [§] ναοὺς ἐν Καπιτωλίῳ 9 Διὸς τροπαιοφόρου καὶ Διὸς βροντησίου, ναὸν
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account