35 Δευτέρα δὲ έντολὴ τῆς διδαχῆς Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ μαγεύσεις, οὐ φαρμακεύσεις, οὐ φονεύσεις τέκνον ἐν φθορᾷ οὐδὲ γεννηθὲν ἀπο- κτενεῖς. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον, 40 οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακο- λογήσεις, οὐ μνησικακήσεις. Οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος· παγὶς γὰρ θανάτου ἡ διγλωσ- σία. Οὐκ ἔσται ὁ λόγος σου ψευδἠς, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει. Οὐκ ἔσῃ πλεονέκ- 45 της οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. Οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου. Οὐ μισήσεις πάντα ἄν- θρωπον, ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ δὲ ὧν προσ- εύξῃ, οὓς δὲ άγαπήσεις ὑπὲρ τὴν ψυχήν σου. Κεφ. γ΄. 50 Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ· Μὴ γίνου ὀργίλος· ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον· μηδὲ ζηλω- τὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τού- των ἁπάντων φόνοι γεννῶται. Τέκνον μου, μὴ 55 γίνου ἐπιθυμητής· ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν· μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφ- θαλμος· ἐκ γὰρ τούτων ἀπάντων μοιχεῖαι γεν- νῶνται. Τέκνον μου, μὴ γίνου οἰωνοσκόπος· ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρείαν· μηδὲ ἐπα- 60 οιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τούτων ἁπάν- των εἰδωλολατρεία γεννᾶται. Τένον μου, μὴ γίνου ψεύστης· ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς 65 ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται. Τέκ- νον μου, μὴ γίνου γόγγυσος· ἐπειδὴ ὁδηγεῖ είς τὴν βλασφημίαν· μηδὲ αὐθάδης μηδὲ πονηρόφρων· ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται. Ἴσθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι 70 τὴν γῆν. Γίνου μακρόθυμος καὶ έλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ άγαθὸς καὶ τρέμων τούς λόγους διὰ παντός, οὓς ἤκουσας. Οὐκ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. Οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ 75 μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. Τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσ- δέξῃ, εἰδὼς ὅτι ἄτερ Θεοῦ οὐδὲν γίνεται. Κεφ. δ΄.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account