Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ Θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ 80 αὐτὸν ὡς Κύριον· ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεὶ Κύριός ἐστιν. Ἐκζητήσεις, δὲ μαθ᾿ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαύῃ τοῖς λόγοις αὐτῶν. Οὐ ποθήσεις σχίσμα, εἰρηνεύ- σεις δὲ μαχομένους· κρινεῖς δικαίως, οὐ λἠψῃ 85 πρόσωτον ἐλέγξαι ἐπὶ παραπτώμασιν. Οὐ δι- ψυχήσεις, πότερον ἔσται ἢ οὔ. Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτεἰνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν. ἐὰν ἔχῃς, διὰ τῶν χειρῶν σου δώσεις λύτρωσιν ἁμαρτιῶν σου. Οὐ διστάσεις 90 δοῦναι οὐδὲ διδοῦς γογγύσεις· γνώσῃ γὰρ τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης. Οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι· εὶ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῷ 95 μᾶλλον ἐν τοῖς θνητοῖς; Οὐκ ἀρεῖς τὴν χεῖρα σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ άπὸ νεότητος διδάξεις τὸν φόβον τοῦ Θεοῦ. Οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ, τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ 100 σου, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ᾿ ἀμ- φοτέροις Θεόν· οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ᾿ ἐφ᾿ οὓς τὸ πνεῦμα ἡτοίμασεν. Ὑμεῖς δὲ δούλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύτῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ. 105 Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ τᾶν ὃ μὴ ἀρεσ- τὸν τῷ Κυρίῳ. Οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστι- θεὶς μήτε ἀφαιρῶν. Ἐν έκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσῃ ἐπὶ 110 προσευχήν σου ἐν συνειδήσει πονηρᾷ. Αὕτη ἐστὶν ἡ ὁδὸς τὴς ζωῆς. Κεφ. ε΄. Ἡ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη· πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή· φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλο- 115 λατρεῖαι, μαγεῖαι, φαρμακεῖαι, ἁρπαγαί, ψευδο- μαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερ- ηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολο- γἰα, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία· διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶν- 120 τες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιο- σύνης, οὐ κολλῶμενοι ἀγαθῷ οὐδὲ κρίσει δι- καίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ᾿ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραΰτης καὶ ὑπο- μονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπό- 125 δομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος Θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενή- 130 των ἄνομοι κριταί, πανθαμάρτητοι· ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων. Κεφ. ϛ΄. Ὅρα μή τις σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς Θεοῦ σε διδάσκει. Εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν 135 τοῦ Κυρίου, τέλειος ἕσῃ· εἰ δ᾿ οὐ δύνασαι, ὃ δύνῃ τοῦτο ποίει. Περὶ δὲ τῆς βρώσεως, ὃ δύνασαι βάστασον· ἀπὸ δὲ τοῦ είδωλαθύτου λίαν τρός- εχε· λατρεία γὰρ ἐστι Θεῶν νεκρῶν. Κεφ. ζ΄.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account