Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου δεχ- θήτω, ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε· σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν. Εἰμὲν 245 παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ ὅσον δύνασθε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἢ τρεῖς ἡμέρος, ἐὰν ᾖ ἀνάγκη. Εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω· εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν 250 ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ᾿ ὑμῶν ζήσε- ται χριστιανός. Εἰ δ᾿ οὐ θέλει οὕτω ποιεῖν, χρισ- τέμπορός ἐστι· προσέχετε ἀπὸ τῶν τοιούτων. Κεφ. ιγʹ. Πᾶς δὲ προφήτης ἀληθινός, θέλων καθῆσαι πρὸς ὑμᾶς, ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ. Ὡσαύ- 255 τως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐ- τός, ὥςπερ ὁ ἐργάτης, τῆς τροφῆς αὐτοῦ. Πᾶ- σαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τοῖς προ- φήταις· αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν. 260 Ἐὰν δὲ μὴ ἔχητε προφήτης, δότε τοῖς πτωχοῖς. Ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν. Ὡσαύτως κεράμιον οἴνου ἢ ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις· ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος 265 λαβὼν τὴν ἀπαρχὴν ὡς ἄν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν. Κεφ. ιδʹ. Κατὰ κυριακὴν δὲ Κυρίου συναχθέντες κλά- σατε ἄρτον καὶ εύχαριστήσατε προσεξομολογη- σάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καθαρὰ 270 ἡ θυσία ὑμῶν ᾖ. Πᾶς δὲ ἔχων τὴν ἀμφιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελθέτω ὑμῖν, ἕως οὗ διαλλαγῶσιν, ἵνα μὴ κοινωθῇ ἡ θυσία ὑμῶν· αὕτη γὰρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ Κυρίου· Ἐν παντὶ τόπῳ καὶ χρόνῳ προσφέρειν μοι θυσίαν 275 καθαράν· ὅτι βασιλεὺς μέγας εἰμί, λέγει Κύρι- ος, καὶ τὸ ὄνομά μου θαυμαστὸν ἐν τοῖς ἔθνεσι. Κεφ. ιεʹ. Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ Κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους· 280 ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργὶ- αν τῶν προφητῶν καὶ διδασκάλων. Μὴ οὖν ὑπερίδητε αὐτούς· αὐτοὶ γὰρ εἰσιν οἱ τετιμημέ- νοι ὑμῶν μετὰ τῶν προφητῶν καὶ διδασκάλων. Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ, ἀλλ᾿ ἐν 285 εἰρήνῃ, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ· καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παρ᾿ ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσῃ. Τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτω ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγε- 290 λίῳ τοῦ Κυρίου ἡμῶν. Κεφ. ιϛ΄.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account