185 Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὕτως εὐχαριστή- σατε· Εὐχαριστοῦμέν σοι, Πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίσ- τεως καὶ ἀθανασίας· ἧς ἐγνώρισας ἡμῖν διὰ 190 Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Σὐ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευ- 195 ματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου. Πρὸ τάντων εὐχαριστοῦμέν σοι ὅτι δυνατὸς εἶ· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Μνήσθητι, Κύριε, τῆς ἐκκλησίας σου τοῦ ῥύσα- σθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι 200 αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθείσαν εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὖτος. 205 Ὡσαννὰ τῷ υἱῷ Δαβίδ. Εἴ τις ἅγιός ἐστιν, έρ- χέσθω· εἴ τις οὐκ ἔστι, μετανοείτω· μαραναθά. Ἀμήν. Τοῖς δὲ προφήταις ἐπιτρέπετε εύχα- ριστεῖν ὅσα θέλουσιν. Κεφ. ιαʹ. Ὅς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα, 210 τὰ προειρημένα, δέξασθε αὐτόν· ἐὰν δὲ αὐτὸς ὁ διδἀσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκοῦσητε· εἰς δὲ τὸ προσθεῖναι δικαιοσύνην καὶ γνῶσιν Κυρίου, δέξασθε αὐτὸν ὡς Κύριον. Περὶ δὲ τῶν ἀποσ- 215 τόλων καὶ προφητῶν κατὰ τὸ δόγμα τοῦ εὐαγ- γελίου, οὕτω ποιἠσατε. Πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς Κύριος· οὐ μενεῖ δὲ ἡμέραν μίαν· ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἀλλην· τρεῖς δὲ ἐὰν μείνῃ. ψευδοπροφήτης 220 ἐστίν. Ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμ- βανέτω εἰμὴ ἄρτον ἕως οὗ αὐλισθῇ· ἐὰν δὲ ἀρ- γύριον αἰτῇ, ψευδοπροφήτης ἐστί. Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε· πᾶσα γὰρ ἁμαρτῖα ἀφεθή- 225 σεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται. Οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ᾿ ἐὰν ἔχῃ τοὺς τρόπους Κυρίου. Ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης. Καὶ πᾶς προφήτης ὁρίζων τρά- 230 πεζαν ἐν πνεύματι, οὐ φάγεται ἀπ᾿ αὐτῆς, εἰδὲ μήγε ψευδοπροφήτης ἐστί· πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν, εἰ ἃ διδάσκει οὐ ποιεῖ, ψευδοπροφήτης ἐστί. Πᾶς δὲ προφήτης δεδοκι- μασμένος, ἀληθιωός, ποιῶν εἰς μυστήριον κοσμι- 235 κὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ᾿ ὑμῶν· μετὰ Θεοῦ γὰρ ἔχει τὴν κρίσιν· ὠσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται. Ὃς δ᾿ἃν εἴπῃ ἐν πνεύματι· Δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε 240 αὐτοῦ· ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴτῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω. Κεφ. ιβʹ.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account