Ἀλλὰ πρὸς ἕτερα κατεπείγοντα ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα ... καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν ... δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς. αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμερον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χορεῖαι αἱ νυκτεριναί, καὶ ἡ καταγέλαστος αὕτη κωμῳδία, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν ... περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρά, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλόκοσμος καὶ πολυτελής, οὕτως ἡ ἀγορὰ φιλοτίμως ἐκαλλωπίσατο σήμερον, χρυσία περιτιθεμένη, καὶ ἱσμάτια πολυτελῆ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἐκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος. Ἀλλ’ αὕτη μὲν ἡ φιλοτιμία, εἰ καὶ παιδικῆς ἐστι διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ’ ὅμως οὐ τοσαύτην ἐπισύρεται βλάβην.... Ἀλλ’, ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλημένοι πολλῆς· ἀσεβείας μέν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ’ ἡδονῆς καὶ εὐφροσύνης ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δὲ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιάλας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσωτίας τὸν ἄκρατον πίνουσι.... Ταῦτα ἀπὸ νουμηνίας φιλοσόφει, ταῦτα ἀπὸ τῆς περιόδου τῶν ἐνιαυτῶν ἀναμιμνήσκου.... Τὸ παρατηρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ’ Ἑλληνικῆς πλάνης ἐστίν.... Οὐδὲν ἔχεις κοινὸν πρὸς τὴν γῆν, ἔνθα ἡλίου δρόμοι, καὶ περίοδοι, καὶ ἡμέραι.... Τὸ πρὸς ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονήν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν.... Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητόν, ἀλλ’ ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν.... Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπίδειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός.... Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικάς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. VII. 380-397. ST. CHRYSOSTOM. [_Concio de Lazaro_ 1 (_P. L._, xlviii. 963). Preached at Antioch on the day after No. vi.] Τὴν χθὲς ἡμέραν, ἑορτὴν οὖσαν σατανικήν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικήν ... Διπλοῦν τούνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικά, πολλὴν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγένεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ὑμεῖς ... ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχάς. VIII. 388. ST. JEROME. [_Comm. in Ephes._ vi. 4 in _P. L._ xxvi. 540.]
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account