achieved with the help of fortune, the body‐guard, heavy infantry and cavalry regiments. But virtuous actions belong to the doer alone, and the praise that they inspire, if it be sincere, belongs only to the possessor of such virtue. Now, having made this distinction clear, I will begin my speech.) Ὁ μὲν οὖν τῶν ἐπαίνων νόμος οὐδὲν ἔλαττον τῆς πατρίδος ἢ τῶν προγόνων ἀξιοῖ μεμνῆσθαι. ἐγὼ δὲ οὐκ οἶδα, τίνα χρὴ πρῶτον ὑπολαβεῖν πατρίδα σήν· ἔθνη γὰρ μυρία περὶ ταύτης ἀμφισβητεῖ πολὺν ἤδη χρόνον. [C] καὶ ἡ μὲν βασιλεύουσα τῶν ἁπάντων πόλις, μήτηρ οὖσα σὴ καὶ τροφὸς καὶ τὴν βασιλείαν σοι μετὰ τῆς ἀγαθῆς τύχης παρασχοῦσα, ἐξαίρετον αὑτῆς φησιν εἶναι τὸ γέρας, οὐ τοῖς κοινοῖς ἐφ᾽ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη· λέγω δὲ ὅτι, κἂν ἀλλαχόθεν τυγχάνωσι, τῷ μετέχειν ἅπαντας ἤδη τοῦ πολιτεύματος καὶ τοῖς ἐκεῖθεν ἡμῖν καταδειχθεῖσιν ἔθεσι καὶ νόμοις χρῆσθαι πολῖται γεγόνασιν· οὔκουν οὕτως, ἀλλ᾽ ὡς(18) τεκοῦσα τὴν σὴν μητέρα [D] καὶ θρεψαμένη βασιλικῶς καὶ τῶν ἐσομένων ἐκγόνων(19) ἀξίως. ἡ δὲ ἐπὶ τῷ Βοσπόρῳ πόλις, ὅλου τοῦ γένους τοῦ Κωνσταντίων ἐπώνυμος, πατρὶς μὲν οὐκ εἶναι φησι, γεγονέναι δὲ ὑπὸ τοῦ σοῦ πατρὸς ὁμολογεῖ, καὶ δεινὰ πάσχειν οἰήσεται, εἰ ταύτης γοῦν τις αὐτὴν τῷ λόγῳ τῆς συγγενείας ἀφαιροῖτο. Ἰλλυριοὶ δέ, ὅτι παρ᾽ αὐτοῖς γέγονας, οὐκ ἀνέξονται τοῦ καλλίστου τῶν εὐτυχημάτων στερόμενοι, [6] εἴ τις ἄλλην σοι πατρίδα προσνέμοι. ἀκούω δὲ ἔγωγε καὶ τῶν ἑῴων ἤδη τινὰς λέγειν, ὅτι μὴ δίκαια δρῶμεν ἀφαιρούμενοι σφᾶς τὸν ἐπὶ σοὶ λόγον· αὐτοὶ γάρ φασι τὴν τήθην ἐπὶ τὸν τοῦ μητροπάτορος τοῦ σοῦ προπέμψαι γάμον. καὶ σχεδὸν ἅπαντες οἱ λοιποὶ προφάσεις ἐπινοοῦντες μικρὰς ἢ μείζονας αὑτοῖς σε(20) εἰσποιεῖν ἐκ παντὸς ἐγνώκασιν. ἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις, [B] καὶ ἣν ἀρετῶν μητέρα καὶ διδάσκαλον πολλάκις ἐπαινῶν εἴρηκας, τυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος. ἐγὼ δὲ ἐπαινεῖν μὲν ἁπάσας ἐθέλοιμ᾽(21) ἂν ἀξίας οὔσας δόξης(22) καὶ τιμῆς, ὀκνῶ δὲ μὴ διὰ τὸ μῆκος, εἰ καὶ δοκεῖ λίαν οἰκεῖα τοῦ παρόντος λόγου, διὰ τὸν καιρὸν ἀλλότρια φανῇ. τῶν μὲν οὖν ἄλλων τοὺς ἐπαίνους διὰ τοῦτ᾽ ἀφήσειν μοι δοκῶ, τῆς Ῥώμης δὲ τὸ κεφάλαιον τῶν ἐπαίνων αὐτός, [C] ὦ βασιλεῦ, συλλαβὼν ἐν βραχεῖ καὶ διδάσκαλον ἀρετῆς προσειπών, τῷ δοῦναι τὸ κάλλιστον τῶν ἐγκωμίων, τοὺς παρὰ τῶν ἄλλων λόγους ἀφῄρησαι. τί γὰρ λέξομεν ἡμεῖς περὶ αὐτῆς τοιοῦτον ἕτερον; τί δὲ ἄλλος τις εἰπεῖν ἔχει; ὥστε μοι δοκῶ σεβόμενος εἰκότως τὴν πόλιν τούτῳ τιμᾶν αὐτὴν πλέον, τῷ παραχωρεῖν σοι τῶν εἰς αὐτὴν λόγων.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account