(“For it is fitting that such a one, when he has bathed and fed, should sleep soft, for that is the manner of the aged.”(370)) τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην γὰρ ἂν διαφθείρων καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, [78] ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα. τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον(371) τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας. [B] τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατῆς τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ(372) τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· [C] καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, [D] καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ(373) ὥσπερ ἐσθῆτι ποικίλῃ(374) τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δὲ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account