Ἀλλ᾽ ὑπὲρ τῆς εὐγενείας τῆς σῆς ἴσως ἄξιον ἐπὶ τοῦ παρόντος ἐν βραχεῖ διελθεῖν. ἀπορεῖν δὲ ἔοικα κάνταῦθα, [D] πόθεν ἄρχεσθαι χρή. πρόγονοί τε γάρ εἰσί σοι καὶ πάπποι καὶ γονεῖς ἀδελφοί τε καῖ ἀνεψιοὶ καὶ ξυγγενεῖς βασιλεῖς ἅπαντες, αὐτοὶ κτησάμενοι τὴν ἀρχὴν ἐννόμως ἢ παρὰ τῶν κρατούντων εἰσποιηθέντες. καὶ τὰ μὲν παλαιὰ τί δεῖ λέγειν, Κλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων τῶν(25) πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα, καὶ ὅπως τὴν ἀρχὴν ὁσίως ἅμα καὶ δικαίως ἑκτήσατο, [7] καὶ τὴν ἐν βασιλείᾳ τῆς διαίτης λιτότητα, καὶ τὴν ἀφέλειαν τῆς ἐσθῆτος ἐπὶ τῶν εἰκόνων ὁρωμένην ἔτι; τὰ δὲ ὑπὲρ τῶν πάππων τῶν σῶν ἐστι μὲν τούτων νεώτερα, λαμπρὰ δὲ οὐ μεῖον ἐκείνων. ἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι᾽ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων οὕτω πρός τε ἀλλήλους εὐνοïκῶς ἔσχον καὶ πρὸς τὸν μεταδόντα τῆς βασιλείας εὐσεβῶς, ὥσθ᾽ ὁ μὲν ὡμολόγει μηδὲν τούτου πώποτε κρεῖττον βεβουλεῦσθαι, [B] πολλὰ καὶ ἄλλα σωτήρια τοῖς κοινοῖς ἐξευρών, οἱ δὲ τὴν μετ᾽ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων. οὕτω δὲ διακείμενοι τὰς ψυχὰς τῶν ἔργων ἔδρων τὰ κάλλιστα, σεβόμενοι μὲν μετὰ τὴν κρείττονα φύσιν τὸν τὴν ἀρχὴν αὐτοῖς παρασχόντα, τοῖς ὑπηκόοις δὲ πρᾴως(26) καὶ φιλανθρώπως χρώμενοι, καὶ τοὺς [C] βαρβάρους οὐκ ἐλαύνοντες μόνον πάλαι κατοικοῦντας καὶ νεμομένους καθάπερ τὴν οἰκείαν ἀδεῶς τὰ ἡμέτερα, φρούρια δὲ ἐπιτειχίζοντες αὐτοῖς τοσαύτην πρὸς αὐτοὺς εἰρήνην τοῖς ὑπηκόοις κατέστησαν, ὅσην οὐδὲ εὔξασθαι τότε ῥᾴδιον ἐδόκει. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὐκ ἄξιον ἐν παρέργῳ λέγειν. τῆς δὲ ὁμονοίας αὐτῶν τῆς πρὸς ἀλλήλους τὸ μέγιστον σημεῖον παραλιπεῖν οὐδαμῶς εὔλογον, καὶ ἄλλως προσῆκον τῷ λόγῳ. [D] κοινωνίαν γὰρ τὴν καλλίστην τοῖς αὑτῶν παισὶν ἐπινοήσαντες τῶν σῶν πατέρων τοὺς γάμους ἥρμοσαν. προσήκει δὲ οἶμαι καὶ περὶ τούτων ἐν βραχεῖ διελθεῖν, ὅπως μῆ τῆς ἀρχῆς φανῇς μόνον, ἀλλὰ καὶ τῆς ἀρετῆς κληρονόμος. τὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός, τί χρὴ νῦν περιεργάζεσθαι; τὴν δὲ ἐς τοὺς πολέμους ῥώμην ἐκ τῶν ἔργων μᾶλλον ἢ διὰ τῶν λόγων ἄν τις γνωρίσειε. τυραννίδας γάρ, [8] ἀλλ᾽ οὐ βασιλείας ἐννόμους καθαιρῶν τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν. τοσαύτην δὲ εὔνοιαν αὑτοῦ τοῖς ὑπηκόοις παρέστησεν, ὥσθ᾽ οἱ μὲν στρατευόμενοι τῆς περὶ τὰς δωρεὰς καὶ τὰς χάριτας μεγαλοψυχίας ἔτι μεμνημένοι καθάπερ θεὸν διατελοῦσι σεβόμενοι· τὸ δὲ ἐν ταῖς πόλεσι καὶ ἐπὶ τῶν ἀγρῶν πλῆθος, οὐχ οὕτω τῆς τῶν τυράννων ἀπαλλαγῆναι βαρύτητος εὐχόμενοι, ὡς παρὰ τοῦ σοῦ πατρὸς ἀρχθῆναι, [B] τὴν κατ᾽ ἐκείνων αὐτῷ νίκην ἐπηύχοντο. ἐπεὶ δὲ ἁπάντων κύριος κατέστη, ὥσπερ ἐξ αὐχμοῦ τῆς ἀπληστίας τοῦ δυναστεύσαντος πολλῆς ἀπορίας χρημάτων οὔσης καὶ τοῦ πλούτου τῶν βασιλείων ἐν μυχοῖς συνεληλαμένου, τὸ κλεῖθρον ἀφελὼν ἐπέκλυσεν ἀθρόως τῷ πλούτῳ πάντα, πόλιν τε ἐπώνυμον αὑτοῦ κατέστησεν ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα, τοσούτῳ τῶν ἄλλων ἁπασῶν μείζονα, [C] ὅσῳ τῆς Ῥώμης ἐλαττοῦσθαι
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account