The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
our ruler apprehends that evil changes its face and is apt to deceive, and
that the cruellest thing that it does is that it often takes men in by
putting on the garb of virtue, and hoodwinks those who are not keen
sighted enough, or who in course of time grow weary of the length of the
investigation, and therefore he will rightly be on his guard against any
such deception. But when once he has chosen them, and has about him the
worthiest men, he will entrust to them the choice of the minor officials.)
Νόμων μὲν δὴ πέρι καὶ ἀρχόντων τοιάδε γινώσκει. τοῦ πλήθους δὲ τὸ μὲν ἐν
τοῖς ἄστεσιν οὔτε ἀργὸν οὔτε αὔθαδες ἀνέξεται εἶναι οὔτε μὴν ἐνδεὲς τῶν
ἀναγκαίων· [92] τὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν γεωργῶν φῦλον ἀροῦντες καὶ
φυτεύοντες τροφὴν ἀποίσουσι τοῖς φύλαξι καὶ ἐπικούροις σφῶν, μισθὸν καὶ
ἐσθῆτα τὴν ἀναγκαίαν. οἰκοδομήματα δὲ Ἀσσύρια καὶ πολυτελεῖς καὶ δαπανηρὰς
λειτουργίας χαίρειν ἐάσαντες ἐν εἰρήνῃ πολλῇ τῶν τε ἔξωθεν πολεμίων καὶ
τῶν οἴκοθεν καταβιώσονται, ἀγαπῶντες μὲν τὸν αἴτιον τῶν παρόντων σφίσι
καθάπερ ἀγαθὸν δαίμονα, [B] ὑμνοῦντες δὲ ἐπ᾽ αὐτῷ τὸν θεὸν καὶ
ἐπευχόμενοι, οὔτι πλαστῶς οὐδὲ ἀπὸ γλώττης, ἔνδοθεν δὲ ἀπ᾽ αὐτῆς τῆς ψυχῆς
αἰτοῦσιν αὐτῷ τὰ ἀγαθά. φθάνουσι δὲ οἱ θεοὶ τὰς εὐχάς, καὶ αὐτῷ πρότερον
τὰ θεῖα δόντες οὐτὲ τῶν ἀνθρωπίνων ἐστέρησαν. εἰ δὲ τὸ χρεὼν βιάζοιτο κακῷ
τῷ περιπεσεῖν, τούτων δὴ τῶν θρυλουμένων ἀνηκέστων, χορευτήν τε αὑτῶν
ἐποιήσαντο καὶ συνέστιον, [C] καὶ αὐτῷ κλέος καθ᾽ ἅπαντας ἤγειραν
ἀνθρώπους. ταῦτα ἐγὼ τῶν σοφῶν ἀκούω πολλάκις, καί με ὁ λόγος ἰσχυρῶς
πείθει. οὐκοῦν καὶ ἐς ὑμᾶς αὐτὸν διεξῆλθον, μακρότερα μὲν τυχὸν ἴσως τοῦ
καιροῦ φθεγγόμενος, ἐλάττονα δὲ οἶμαι τῆς ὑποθέσεως· καὶ ὅτῳ γέγονε τῶν
τοιούτων λόγων ἐπακούειν ἐν φροντίδι, οὗτος ὅτι μὴ ψεύδομαι σαφῶς
ἐπίσταται. ἑτέρα δέ ἐστιν αἰτία τοῦ μήκους τῆς μὲν εἰρημένης ἧττον
ἀναγκαία, [D] προσεχεστέρα δὲ οἶμαι τῷ παρόντι λόγῳ· τυχὸν δὲ οὐδὲ ταύτης
ἀγηκόους ὑμᾶς εἶναι χρή.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account