Macedonia is that city which they restored, after, I think, the fall of the Thessalians, and which is called after their victory over them.(512) But concerning all this I need not speak at greater length.) Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον; θυγάτηρ γάρ ἐστιν ἀνδρὸς ἀξίου νομισθέντος τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχὴν ἄρχειν,(513) πάλαι [108] μὲν ἰσχυρὰν καὶ βασιλείαν ἀτεχνῶς ὀνομαζομένην, μεταβαλοῦσαν δὲ διὰ τοὺς οὐκ ὀρθῶς χρωμένους τῇ δυνάμει τὸ ὄνομα· νῦν δὲ ἤδη τῆς δυνάμεως ἐπιλειπούσης, ἐπειδὴ πρὸς μοναρχίαν τὰ τῆς πολιτείας μεθέστηκε, τιμὴ καθ᾽ αὑτὴν τῶν ἄλλων ἁπάντων στερομένη πρὸς πᾶσαν ἰσχὺν ἀντίρροπος εἶναι δοκεῖ, τοῖς μὲν ἰδιώταις οἷον ἆθλον ἀποκειμένη καὶ γέρας ἀρετῆς ἦ πίστεως ἤ τινος εὐνοίας καὶ ὑπηρεσίας περὶ τοὺς τῶν ὅλων ἄρχοντας ἢ πράξεως λαμπρᾶς, [B] τοῖς βασιλεῦσι δὲ πρὸς οἷς ἔχουσιν ἀγαθοῖς οἷον ἄγαλμα καὶ κόσμος ἐπιτιθεμένη· τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοὶ γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας· μόνης δέ, οἶμαι, ταύτης οὔτε τὴν ἀρχὴν ὑπερεῖδον, χαίρουσί τε(514) καὶ πρὸς ἐνιαυτὸν τυγχάνοντες· [C] καὶ οὔτε ἐδιώτης οὐδεὶς οὔτε βασιλεύς ἐστιν ἢ γέγονεν, ὃς οὐ ζηλωτὸν ἐνόμισεν ὕπατος ἐπονομασθῆναι. εἰ δέ, ὅτι πρῶτος ὔτυχεν ἐκεῖνος καὶ γέγονεν ἀρχηγὸς τῷ γένει τῆς εὐδοξίας, ἔλαττὸν τις ἔχειν αὐτὸν τῶν ἄλλων ὑπολαμβάνει, λίαν ἐξαπατώμενος οὐ μανθάνει· τῷ παντὶ γὰρ οἶμαι κρεῖττον ἐστι καὶ σεμνότερον ἀρχὴν παρασχεῖν τοῖς ἐγγόνοις περιφανείας τοσαύτης [D] ἢ λαβεῖν παρὰ τῶν προγόνων. ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον. λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον ἁφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν(515) πρὸς εὐγενείας λόγον ἅμιλλαν· [109] οὐδὲ ἔστιν ὅστις ἐκείνου φήσει κρείττων γεγονέναι· ἐξ ἀγαθῶν μὲν γὰρ ἀγαθὸν φῦναι χρή. ὁ δὲ ἐξ ἐνδόξων ἐνδοξότερος γενόμενος, ἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης, οὗτος οὐδενὶ δίδωσιν ἀπορεῖν, εἰ τῆς εὐγενείας εἰκότως μεταποιεῖται.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account