The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(Your father’s achievements were many and brilliant. Some I have just
mentioned, and others I must omit for the sake of brevity. But the most
notable of all, as I make bold to say and I think all will agree, was that
he begat, reared and educated you. This secured to the rest of the world
the advantages of good government, and that not for a limited time but for
a period beyond his own lifetime, as far as this is possible. At any rate
your father seems still to be on the throne. This is more than Cyrus
himself could achieve. When he died his son proved far inferior, so that
while men called Cyrus “father,” his successor was called “master.”(34)
But you are even less stern than your father, and surpass him in many
respects, as I well know and will demonstrate in my speech as occasion
shall arise. Yet, in my opinion, he should have the credit of this as
well, since it was he who gave you that admirable training concerning
which I shall presently speak, but not till I have described your mother
and brothers.(35))
Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων
ἀρετῆς, ὄσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. ἐπεὶ καὶ Περσῶν ἀκούω
τὸν ὑπὲρ Παρυσάτιδος λόγον, [C] ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ
γαμετὴ καὶ παῖς βασιλέως. ἀλλ᾽ ἦν γε αὕτη τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει,
νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ. τὴν σὴν δὲ μητέρα κατὰ τοὺς παρ᾽
ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας φυλάττουσαν
συνέβαινε(36) τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου,
καὶ πολλῶν αὐτοκρατόρων, οἰχὶ δὲ ἑνὸς μητέρα. [D] ὧν ὁ μέν τις τῷ πατρὶ
συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας
ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν
ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως
ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες.
πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφ᾽ οἷς ἄν τις αὐτοὺς
δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας οὔσης,(37)
[10] οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφ᾽ ᾧ μακαρίζων ἄν(38) τις αὐτοὺς
εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δὲ ἔκγονοι(39)
γεγόνασιν.(40) ἀλλ᾽ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς
ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν
ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων
ἐπιδείξω σε(41) σεμνότερον.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account