[B] Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις, καὶ ὅσα ἄλλα θρυλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῊ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ καὶ(44) τὸ λέγειν εὔηθες. [C] ἀλλ᾽ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ [D] ἐργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε. τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλουμένην εὐεξίαν, [11] μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ, ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι,(45) πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, [B] δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ᾽ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς ἱππικοῖς, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι. μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, [C] μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳιθύμους εἶναι μηδ᾽ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ἐπίσκοπα τοξεύειν ἤσκησας. καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. [D] ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾄσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα(46) ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν [12] διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαι σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ἤδη. τοῦ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account