Κοινῶς μὲν δὴ τὰ πρόσθεν ῥηθέντα περὶ τῆς οὐσίας αὐτοῦ ταῖς δυνάμεσι προσήκειν ὑποληπτέον. οὐ γὰρ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, [D] καὶ μὰ Δία τρίτον παρὰ ταῦτα ἐνέργεια. πάντα γὰρ ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται καὶ ἐνεργεῖ· οὔτε γὰρ ὃ μὴ ἔστι βούλεται, οὔτε ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ᾽ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει. ταῦτα μὲν οὖν περὶ τὸν ἄνθρωπον οὐχ ὧδε ἔχει· διττὴ γάρ ἐστι μαχομένη φύσις εἰς ἓν κεκραμένη ψυχῆς καὶ σώματος, τῆς μὲν θείας, τοῦ δὲ σκοτεινοῦ τε καὶ ζοφώδους· ἔοικέ τε εἶναι μάχη τις καὶ στάσις. ἐπεὶ καὶ Ἀριστοτέλης φησὶ(687) διὰ τὸ τοιοῦτο [143] μήτε τὰς ἡδονὰς ὁμολογεῖν μήτε τὰς λύπας ἀλλήλαις ἐν ἡμῖν· τὸ γὰρ θατέρᾳ, φησί, τῶν ἐν ἡμῖν φύσεων ἡδὺ τῇ πρὸς ταύτην ἀντικειμένῃ πέφυκεν ἀλγεινόν· ἐν δὲ τοῖς θεοῖς οὐδέν ἐστι τοιοῦτον·(688) οὐσίᾳ γὰρ αὐτοῖς ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς, οὐ ποτὲ μὲν, ποτὲ δ᾽ οὔ. πρῶτον οὖν ὅσαπερ ἔφαμεν, τὴν οὐσίαν αὐτοῦ παραστῆσαι βουλόμενοι, ταῦθ᾽ ἡμῖν εἰρῆσθαι καὶ περὶ τῶν δυνάμεων καὶ ἐνεργειῶν νομιστέον. ἐπεὶ δὲ ἐν τοῖς τοιούτοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, [B] ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι, πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ᾽ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, [C] περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account