(Such then are the works of Helios in the heavens, and, when completed by means of the gods whom I have named, they reach even unto the furthest bounds of the earth. But to tell the number of all his works in the region below the moon would take too long. Nevertheless I must describe them also in a brief summary. Now I am aware that I mentioned them earlier when I claimed(741) that from things visible we could observe the invisible properties of the god’s substance, but the argument demands that I should expound them now also, in their proper order.) Καθάπερ οὖν ἐν τοῖς νοεροῖς ἔχειν ἔφαμεν τὴν ἡγεμονίαν Ἥλιον, πολὺ περὶ τὴν ἀμέριστον οὐσίαν ἑαυτοῦ πλῆθος ἑνοειδῶς ἔχοντα τῶν θεῶν, ἔτι δὲ ἐν τοῖς αἰσθητοῖς, [B] ἃ δὴ τὴν κύκλῳ διαιωνίαν πορεύεται μάλα εὐδαίμονα πορείαν, ἀπεδείκνυμεν ἀρχηγὸν καὶ κύριον, ἐνδιδόντα μὲν τὸ γόνιμον τῇ φύσει,(742) πληροῦντα δὲ τὸν ὅλον οὐρανὸν ὥσπερ τῆς φαινομένης αὐγῆς οὕτω δὲ καὶ μυρίων ἀγαθῶν ἀφανῶν ἄλλων, τελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας· οὕτω δὲ καὶ περὶ τὸν ἐν γενέσει τόπον θεούς τινας ἐπιβεβηκέναι νομιστέον [C] ὑπὸ τοῦ βασιλέως Ἡλίου συνεχομένουσ, οἳ τὴν τετραπλῆν τῶν στοιχείων κυβερνῶντες φύσιν, περὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς μετὰ τῶν τριῶν κρειττόνων ἐνοικοῦσι γενῶν. αὐταῖς δὲ ταῖς μερισταῖς ψυχαῖς ὅσων ἀγαθῶν ἐστιν αἴτιος, κρίσιν τε αὐταῖς προτείνων καὶ δίκῃ κατευθύνων καὶ ἀποκαθαίρων λαμπρότητι; τὴν ὅλην δὲ οὐχ οὗτος φύσιν, ἐνδιδοὺς ἄνωθεν αὐτῇ τὸ γόνιμον, κινεῖ καὶ ἀναζωπυρεῖ; ἀλλὰ καὶ ταῖς μερισταῖς φύσεσιν [D] οὐ τῆς εἰς τέλος πορείας οὗτος ἐστιν ἀληθῶς αἴτιος; ἄνθρωπον γὰρ ὑπὸ ἀνθρώπου γεννᾶσθαί φησιν Ἀριστοτέλης καὶ ἡλίου.(743) ταὐτὸν δὴ οὖν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὅσα τῶν μεριστῶν ἐστι φύσεων ἔργα, περὶ τοῦ βασιλέως Ἡλίου προσήκει διανοεῖσθαι. τί δέ; οὐχ ἡμῖν ὄμβρους καὶ ἀνέμους καὶ τὰ ἐν τοῖς μεταρσίοις γινόμενα τῷ διττῷ τῆς ἀναθυμιάσεως οἷον ὕλῃ χρώμενος ὁ θεὸς οὗτος ἐργάζεται; [152] θερμαίνων γὰρ τὴν γῆν ἀτμίδα καὶ καπνὸν ἕλκει, γίνεται δὲ ἐκ τούτων οὐ τὰ μετάρσια μόνον, ἀλλὰ καὶ ὅσα ἐπὶ γῆς πάθη, σμικρὰ καὶ μεγάλα.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account