[B] Τὰ μὲν οὖν τῆς ἱστορίας, εἰ καί τισιν ἀπίθανα δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ, λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ Ῥώμῃ. καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γρᾳδίων οὐκ ἀνεκτούς. ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, ὧν τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει.(804) (As for this narrative, though some will think it incredible and wholly unworthy of a philosopher or a theologian, nevertheless let it here be related. For besides the fact that it is commonly recorded by most historians, it has been preserved too on bronze statues in mighty Rome, beloved of the gods.(805) And yet I am well aware that some over‐wise persons will call it an old wives’ tale, not to be credited. But for my part I would rather trust the traditions of cities than those too clever people, whose puny souls are keen‐sighted enough, but never do they see aught that is sound.) Ὕπὲρ δὲ ὧν εἰπεῖν ἐπῆλθέ μοι παρ᾽ αὐτὸν ἄρτι τὸν τῆς ἁγιστείας καιρόν, ἀκούω μὲν ἔγωγε καὶ Πορφυρίῳ τινὰ πεφιλοσοφῆσθαι περὶ αὐτῶν, οὐ μὴν οἶδά γε, οὐ γὰρ ἐνέτυχον, εἰ καὶ συνενεχθῆναί που συμβαίη τῷ λόγῳ. τὸν Γάλλον δὲ ἐγὼ τουτονὶ καὶ τὸν Ἄττιν αὐτὸς οἴκοθεν ἐπινοῶ τοῦ γονίμου καὶ δημιουργικοῦ νοῦ τὴν ἄχρι τῆς ἐσχάτης ὕλης ἅπαντα γεννῶσαν οὐσίαν εἶναι, ἔχουσάν τε ἐν ἑαυτῇ πάντας τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ἐνύλων εἰδῶν· [D] οὐ γὰρ δὴ πάντων ἐν πᾶσι τὰ εἴδη, οὐδὲ ἐν τοῖς ἀνωτάτω καὶ πρώτοις αἰτίοις τὰ τῶν ἐσχάτων καὶ τελευταίων, μεθ᾽ ἃ οὐδέν ἐστιν ἣ τὸ τῆς στερῆσεως ὄνομα μετὰ ἀμυδρᾶς ἐπινοίας. οὐσῶν δὴ πολλῶν οὐσιῶν καὶ πολλῶν πάνυ δημιουργῶν τοῦ τρίτου δημιουργοῦ, ὃς τῶν ἐνύλων εἰδῶν τοὺς λόγους ἐξῃρημένους ἔχει καὶ συνεχεῖς τὰς αἰτίας, ἡ τελευταία καὶ μέχρι γῆς ὑπὸ περιουσίας τοῦ γονίμου [162] διὰ τῆς ἄνωθεν παρὰ τῶν ἄστρων καθήκουσα φύσις ὁ ζητούμενός ἐστιν Ἀττις. ἴσως δὲ ὑπὲρ οὗ λέγω χρὴ διαλαβεῖν σαφέστερον. εἶναί τι λέγομεν ὕλην, ἀλλὰ καὶ ἔνυλον εἶδος. ἀλλὰ τούτων εἰ μή τις αἰτία προτέτακται, λανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες τὴν Ἐπικούρειον δόξαν. ἀρχαῖν γὰρ δυοῖν εἰ μηδέν ἐστι πρεσβύτερον, αὐτόματός τις αὐτὰς φορὰ καὶ τύχη συνεκλήρωσεν. ἀλλ᾽ ὁρῶμεν, φησὶ Περιπατητικός [B] τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος, τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα. γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ Θεόφραστος· ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν. ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ νοητὴν ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν, ἀλλὰ φὰς οὕτω ταῦτα πεφυκέναι· χρῆν δὲ δήπουθεν καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι ταῦτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας, ἵστασθαι δὲ ἐπὶ αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν ἐκπίπτειν ὂν μὲν οὐδὲν [C] φύσει καθ᾽ ἑαυτό, ἔχον δὲ ἄλλως κενὴν ὑπόνοιαν. τοιαῦτα γὰρ ἐγὼ μέμνημαι τοῦ Ξενάρχου λέγοντος ἀκηκοώς. εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ ταῦτα ἐκεῖνος ἔφη, τοῖς ἄγαν ἐφείσθω Περιπατητικοῖς ὀνυχίζειν, ὅτι δὲ οὐ προσηνῶς ἐμοὶ παντί που δῆλον, ὅπου γε
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account