The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
Attis also is a sort of demigod—for that is actually the meaning of the
myth—or rather for the universe he is wholly god, for he proceeds from the
third creator, and after his castration is led upwards again to the Mother
of the Gods. But though he seems to lean and incline towards matter, one
would not be mistaken in supposing that, though he is the lowest in order
of the gods, nevertheless he is the leader of all the tribes of divine
beings. But the myth calls him a demigod to indicate the difference
between him and the unchanging gods. He is attended by the Corybants who
are assigned to him by the Mother; they are the three leading
personalities of the higher races(846) that are next in order to the gods.
Also Attis rules over the lions, who together with the Lion, who is their
leader, have chosen for themselves hot and fiery substance, and so are,
first and foremost, the cause of fire. And through the heat derived from
fire they are the causes of motive force and of preservation for all other
things that exist. And Attis encircles the heavens like a tiara, and
thence sets out as though to descend to earth.)
Οὗτος ὁ μέγας ἡμῖν θεὸς Ἄττις ἐστίν· αὗται τοῦ βασιλέως Ἄττιδος αἱ
θρηνούμεναι τέως φυγαὶ καὶ κρύψεις καὶ ἀφανισμοὶ καὶ αἱ δύσεις αἱ κατὰ τὸ
ἄντρον. τεκμήρια δὲ ἔστω μοι τούτου ὁ χρόνος, ἐν ᾧ γίνεται. τέμνεσθαι γάρ
φασι τὸ ἱερὸν δένδρον καθ᾽ ἣν ἡμέραν ὁ ἥλιος ἐπὶ τὸ ἄκρον τῆς ἰσημερινῆς
ἁψῖδος ἔρχεται· εἶθ᾽ ἑξῆς περισαλπισμὸς παραλαμβάνεται· [D] τῇ τρίτῃ δὲ
τέμνεται τὸ ἱερὸν καὶ ἀπόρρητον θέρος τοῦ θεοῦ Γάλλου· ἐπὶ τούτοις Ἱλάρια,
φασί, καὶ ἑορταί. ὅτι μὲν οὖν στάσις ἐστὶ τῆς ἀπειρίας ἡ θρυλουμένη παρὰ
τοῖς πολλοῖς ἐκτομή, πρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος τοῦ ἰσημερινοῦ
ψαύσας κύκλου, ἵνα τὸ μάλιστα ὡρισμένον ἐστί·(847) τὸ μὲν γὰρ ἴσον
ὡρισμένον ἐστί, τὸ δὲ ἄνισον ἄπειρόν τε καὶ ἀδιεξίτητον· κατὰ τὸν λόγον
αὐτίκα τὸ δένδρον τέμνεται· [169] εἶθ᾽ ἑξῆς γίνεται τὰ λοιπά, τὰ μὲν διὰ
τοὺς μυστικοὺς καὶ κρυφίους θεσμούς, τὰ δὲ καὶ διὰ(848) ῥηθῆναι πᾶσι
δυναμένους. ἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει τῇ
περὶ τὸν Γάλλον, οὐδὲν δὲ τοῖς μυστηρίοις, οἷς παραλαμβάνεται, διδασκόντων
ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς, ὅτι χρὴ τὸ κάλλιστον ἐκ γῆς δρεψαμένους,
ἀρετὴν μετὰ εὐσεβείας, ἀπενεγκεῖν τῇ θεῷ, σύμβολον τῆς ἐνταῦθα χρηστῆς
πολιτείας ἐσόμενον. τὸ γάρ τοι δένδρον ἐκ [B] γῆς μὲν φύεται, σπεύδει δὲ
ὥσπερ εἰς τὸν αἰθέρα καὶ ἰδεῖν τέ ἐστι καλὸν καὶ σκιὰν παρασχεῖν ἐν
πνίγει, ἤδη δὲ καὶ καρπὸν ἐξ ἑαυτοῦ προβαλεῖν καὶ χαρίσασθαι· οὗτως αὐτῷ
πολύ τί γε τοῦ γονίμου περίεστιν. ἡμῖν οὖν ὁ θεσμὸς παρακελεύεται, τοῖς
φύσει μὲν οὐρανίοις, εἰς γῆν δὲ ἐνεχθεῖσιν, ἀρετὴν μετὰ εὐσεβείας ἀπὸ τῆς
ἐν τῇ γῇ πολιτείας ἀμησαμένους παρὰ τὴν προγονικὴν [C] καὶ ζωογόνον
σπεύδειν θεόν.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account