The Works of the Emperor Julian, Vol. 1 — John Shaqi
The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(But it is not for me to criticise the Carthaginians in this place. I will
only point out how different was your education, and how you profited by
it and have come to excel in looks, strength, justice, and temperance. By
your active life you achieved perfect health; your temperance was the
result of obedience to the laws; you enjoy a body of unusual strength by
reason of your self‐control, and a soul of unusual rectitude because of
your physical powers of endurance. You left nothing undone to improve your
natural talents, but ever acquired new talents by new studies. You needed
nothing yourself but gave assistance to others, and lavished such generous
gifts that the recipients seemed as rich as the monarch of the
Lydians.(70) Though you indulged yourself less in the good things that
were yours than the most austere of the Spartans, you gave others the
means of luxury in abundance, while those who preferred temperance could
imitate your example. As a ruler you were mild and humane; as your
father’s subject you were ever as modest as any one of his people. All
this was true of you in boyhood and youth, and much more about which there
is now no time to speak at length.)
Γενόμενος δὲ ἐφ᾽ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ
δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν
ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ
χαριστήρια, [D] πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος
μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς
μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. καλοῦσι γὰρ
ἡμᾶς ἐφ᾽ αὑτὰς αἱ πράξεις ὑπομιμνήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας,
εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος, τὰ
μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ [17] τοὺς πατρῴους σοι φίλους
καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος· πλὴν εἴ που
βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας· τὰ δὲ πρὸς
τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προüπαρχούσης ἀξίως τοῪ
γένους δόξης καταστρησάμενος. τοῖς μὲν δι᾽ ὁμονοίας τὸν ἅπαντα χρόνον
συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν [B] διαφυλάττων καὶ τοὺς ἀδελφοὺς
συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἰσηγορίας(71) μεταδιδοὺς καὶ
τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν
ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. καὶ τούτων μάρτυσι μὲν
αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς
ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ
βίου παντός.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account