[C] Ῥητέον δὲ ὑπὲρ αὐτῶν ἤδη τῶν πράξεων ἀναβαλλομένοις τὸν ὑπὲρ τῶν ἕξεων λόγον. Πέρσαι τῆς Ἀσίας ἁπάσης πάλαι κρατήσαντες καὶ τῆς Εὐρώπης τὰ πολλὰ καταστρεψάμενοι, μικροῦ δέω φάναι πᾶσαν τὴν οἰκουμένην περιβαλόμενοι κύκλῳ ταῖς ἐλπίσιν, ἐπειδὴ τὴν ἀρχὴν ὑπὸ Μακεδόνων ἀφῄρηντο, τῆς Ἀλεξάνδρου στρατηγίας ἔργον γενόμενοι, μᾶλλον δὲ παίγνιον, χαλεπῶς φέροντες(75) τὸ δουλεύειν, ὡς ἐκεῖνον ᾔσθοντο τετελευτηκότα, τῶν διαδόχων ἀποστάντες [D] Μακεδόσι τε εἰς τὴν ἀντίπαλον δύναμιν αὖθις κατέστησαν καὶ ἡμῚν τὸ λειπόμενον τῆς Μακεδόνων ἀρχῆς. κατακτησαμένοις ἀξιόμαχοι διὰ τέλους ἔδοξαν εἶναι πολέμιοι. καὶ τῶν μὲν παλαιῶν τί χρὴ νῦν ὑπομιμνήσκειν, Ἀντωνίου καὶ Κράσσου, στρατηγῶν αὐτοκρατόρων, καὶ ὡς ἐκεῖνα διὰ μακρῶν ἀπωσάμεθα κινδύνων τὰ αἴσχη, πολλῶν καὶ σωφρόνων αὐτοκρατόρων ἀναμαχεσαμένων τὰ πταίσματα; τί δὲ χρὴ τῶν δευτέρων ἀτυχημάτων μεμνῆσθαι καὶ τῶν ἐπ᾽ αὐτοῖς τοῦ Κάρου πράξεων, [18] ὅσπερ μετὰ τὰς συμφορὰς ᾑρέθη στρατηγός;(76) ἀλλ᾽ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν καῖσαρ καθ᾽ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν; ἐπιστραφέντος δὲ τοῦ τῆς οἰκουμένης ἁπάσης ἄρχοντος καὶ τὰς δυνάμεις τῆς ἡγεμονίας [B] ἁπάσης ἐκεῖσε τρέψαντος καὶ προκαταλαβέντος τὰς εἰσβολὰς στρατεύμασι καὶ καταλόγοις ὁπλιτῶν παλαιῶν καὶ νεολέκτων καὶ παντοδαπαῖς παρασκευαῖς, δεδιότες μόλις τὴν εἰρήνην ἠγάπησαν. ἣν οὐκ οἶδ᾽ ὅπως περιόντος τοῦ πατρὸς τοῦ σοῦ συγχέαντες καὶ συνταράξαντες, τῆς μὲν παρ᾽ ἐκείνου τιμωρίας διήμαρτον, ἐν ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τὸν βίον μεταλλάξαντος· σοὶ δὲ ὑπέσχον τὴν δίκην ὕστερον τῶν τετολμημένων. μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι τοσοῦτον ἁξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, [C] ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος, οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων, ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι᾽ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων· καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, [D] ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει· ὄντος δὲ οἶμαι τοῦ πολέμου καθ᾽ αὑτὸν δυσχεροῦς, τὰ τὼν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες· καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ [19] σύμμαχοι στασιάζοντες καὶ μοῖρα σφῶν οὐ φαύλη Πέρσαις προσθέμενοι, τὴν ὅμορον σφίσι λῃσταῖς κατατρέχοντες· καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἑκείνοις παρασχεῖν μέμψεως. μικροῦ με ἔλαθεν ἡ(77) τῶν πράξεων ἀρχὴ διαφυγοῦσα καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. [B] τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account