The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
What praise such a one deserves! And
certainly one cannot, in this connection, quote the saying, “Well done,
but a bad bargain.” Nothing, in my opinion, can be called a good bargain
if it be not honourable as well. In general, if anyone wish to apply the
test of expediency alone, he ought not to make money his criterion or
reckon up his revenues from estates, like those old misers whom writers of
comedy bring on to the stage, but he should take into account the vastness
of the empire and the point of honour involved. If the Emperor had
disputed about the boundaries and taken a hostile attitude, he might have
obtained more than he did, but he would have governed only his allotted
share. But he scorned and despised such trifles, and the result was that
he really governed the whole world in partnership with his brothers, but
had the care of his own portion only, and, while he kept his dignity
unimpaired, he had less than his share of the toil and trouble that go
with such a position.)
Ἀλλ᾽ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν
πραγμάτων ἐπεμελήθης, [B] τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς
τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου,(86) πολέμου
ἀναγκαίου,(87) πολλῆς καταδρομῆς συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας,
ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ
σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς
τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, [C] πορείαις ταχείαις(88)
χρησάμενος ὅπως μὲν ἐκ(89) Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι
ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν
σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν
ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν
μελλόντων παρέσχεν ἐλπίδας, [D] τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἰπεῖν; τὰ μὲν
τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ
μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς
μετάστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι
παρ᾽ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ
παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ᾽ ἡμᾶς ἀφικομένοις ἄρτι
[21] χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι
πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο,
οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν
φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ
μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς
κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ [B] τοῖς ἐχθίστοις σφῶν
εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ
ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους
ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ
χεῖρον ἐν βραχεῖ προειπεῖν.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account