The Works of the Emperor Julian, Vol. 1 — John Shaqi
The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
battle that at break of day the enemy were glad to beat a safe retreat to
their own territory, and even the wounded, escorted by you, could retire
from the battle. Thus did you relieve them all from the risks of flight.
Now what fort was taken by the enemy? What city did they besiege? What
military supplies did they capture that should give them something to
boast about after the war?)
Ἀλλ᾽ ἴσως, φήσει τισ, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν
εὐτυχὲς καὶ εὔδαιμον ἡγητέον,(107) τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον
καὶ(108) μείζονος ἀρετῆς ὑπάρχει σημεῖον.
(But perhaps some one will say that never to come off worse than the enemy
must indeed be considered good fortune and felicity, but to make a stand
against fortune calls for greater vigour and is a proof of greater
valour.)
Τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν ναῦν κατευθύνων, [C] γαλήνης
ἀκριβοῦς κατεχούσης τὸ πέλαγος; τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ
λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν
τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ
τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον
ἐκκλῖναι, εἶτα δι᾽ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν
αὐτῷ φόρτῳ; [D] ἄρματος δ᾽ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος
τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι
πλημμελῶσιν; ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλ᾽
αὐτὴν ἐφ᾽ αὑτῆς σκοπεῖν. οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ
περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδ᾽ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ
κρατούντων. ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς
τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων ἀνθρώπων κρατίστην φήσαιμι, [26]
ἀδικεῖν ἂν εἰκότως δοκοίην, τὴν μὴ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ
πλεονέκτημα. χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρινοῦντα(109) τὸ
μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον
καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν,
τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς
ἀγαθῆς τύχης ἔργον λογέζεσθαι.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account