Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν βίον παρορμῶντος. ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ᾽ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως ὑφιστάμενος ἀκούοι παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, [D] ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καὶ “Νῦν μὲν” ὁρᾷς ὁ προφήτης λέγοι “τείχη καὶ λιμένας, ἐκεῖ δὲ γενόμενος οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ᾽ ἀγαπήσεις καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις προσεύξῃ, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν [255] ὅρμου καὶ τήν τε ναῦν σώαν παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας·” ἆρ᾽ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ᾽ ἂν(374) οἰκεῖν ἑλέσθαι πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρέμων πολλῶν, ξενικῆς φιλίας, [B] ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπεριδόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους, ὃς κελεύει λαθεῖν βιώσαντα; καὶ σὺ δὲ ἕοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαιρεῖν τὴν τοιαύτην γνώμην. φὴς γάρ που σχολὴν ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσήκειν ἐκείνῳ· [C] ἐγὲ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ᾽ ὁντινοῦν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπορῆσαι χρή. λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν οὐ σφόδρα εὐφυῶς(375) ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, καὶ Γλαύκωνα ἐκεῖνον, Ξενοφῶν λέγει· τὸν δὲ(376) τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, [D] οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς. ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῦ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας [256] τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ᾽ ἃς ἐξ ἀρχῆς ὥρμησαν, [B] καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθα καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, [C] κρεῖττον εἶναι τὸ κατ᾽ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ᾽ ἀρετὴν ἐπαινετοῦ. ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account