The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
of him even in a dream. For I was not with him, nor did I visit him or
travel to his neighbourhood; and I used to write to him very seldom and on
unimportant matters. Thinking therefore that I had escaped from that
place, I set out for the house that had been my mother’s. For of my
father’s estate nothing belonged to me, and I had acquired out of the
great wealth that had naturally belonged to my father not the smallest
clod of earth, not a slave, not a house. For the admirable Constantius had
inherited in my place the whole of my father’s property, and to me, as I
was saying, he granted not the least trifle of it; moreover, though he
gave my brother a few things that had been his father’s, he robbed him of
the whole of his mother’s estate.)
[C] Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος μὲν μεταδοῦναί μοι τοῦ
σεμνοτάτου, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ
καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως ἀκηκόατε(442) πορευομένου δὴ(443)
λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου, συκοφάντης τις
ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἕρραψεν ὡς νεώτερα
διανοουμένοις· [D] ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον·
οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. ἀλλ᾽
ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος
συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω τὸν Σιλουανὸν αὐτῷ πολέμιον
ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ᾽ ἐμὲ πέμπει, καὶ
μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι [274] πάλιν ἐκεῖθεν ἀκάλει παρ᾽
ἑαυτόν, οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν
Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας, ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ
θαρρήσαιμι. καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ
ὑπέσχετό με θεάσεσθαι πάλιν. ἀλλ᾽ ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς
αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος· οὐ γὰρ εἴασεν
ἐντυχεῖν με πολλάκις αὐτῷ, [B] τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ
κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν
πρὸς ἀλλήλους ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account