Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ᾽ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον(96) [200] Μύρμηκός τ᾽ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν(97) Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ᾽ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ᾽ ἀρεταῖς ὁσίαις. (“To my friends make me useful rather than agreeable. As for money I desire not to amass conspicuous wealth, seeking after the wealth of the beetle or the substance of the ant; nay, I desire to possess justice and to collect riches that are easily carried, easily acquired, of great avail for virtue. If I may but win these I will propitiate Hermes and the holy Muses not with costly dainties but with pious virtues.”) εἰ χρή σοι περὶ [B] τούτων γράφειν, ἔχω πλείονα τοῦ ἀνδρός. ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα. (If it be of any use to write for you about such things I could recite still more maxims by this same Crates. But if you will read Plutarch of Chaeronea, who wrote his _Life_, there will be no need for you to learn his character superficially from me.) Ἀλλ᾽ ἐπανίωμεν ἐπ᾽ ἐκεῖνο πάλιν, ὅτι χρὴ τὸν ἀρχόμενον κυνίζειν [C] αὑτῷ πρότερον ἐπιτιμᾶν πικρῶς καὶ ἐξελέγχειν καὶ μὴ κολακεύειν, ἀλλὰ ἐξετάζειν ὅ,τι μάλιστα αὑτὸν ἀκριβῶς, εἰ τῇ πολυτελείᾳ τῶν σιτίων χαίρει, εἰ στρωμνῆς δεῖται μαλακῆς, εἰ τιμῆς ἢ δόξης ἐστὶν ἥττων, εἰ τοῦτο ζηλοῖ τὸ περιβλέπεσθαι καί, εἰ καὶ κενὸν εἴη, τίμιον ὅμως νομίζει. μηδὲ εἰς συμπεριφορὰν ὄχλων [D] καθυφείσθω,(98) γενέσθω δὲ τρυφῆς μηδὲ ἄκρῳ, φασί, τῷ δακτύλωι, ἕως ἂν αὐτὴν παντελῶς πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ, θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι τῆς ἀγέλης καὶ καθ᾽ ἑαυτοὺς νεμομένους ἀγείρειν τὴν ἰσχὺν ἐν μέρει καὶ κατ᾽ ὀλίγον, εἶθ᾽ οὕτως ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι. ὅστις οὖν κυνίζειν ἐθέλει μήτε τὸν τρίβωνα [201] μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν καὶ τὴν κόμην ἀγαπάτω μόνον, ἵν᾽ ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρον καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ, ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἵ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ [B] εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναι τοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν, εἶτα τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν εἰς τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας ἄκλητος καὶ(99) κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, [C] ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας, ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account