The Works of the Emperor Julian, Vol. 2 — John Shaqi
The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(Yet this was not the chief end and aim of those Cynics, but as I said
their main concern was how they might themselves attain to happiness and,
as I think, they occupied themselves with other men only in so far as they
comprehended that man is by nature a social and political animal; and so
they aided their fellow‐citizens, not only by practising but by preaching
as well. Then let him who wishes to be a Cynic, earnest and sincere, first
take himself in hand like Diogenes and Crates, and expel from his own soul
and from every part of it all passions and desires, and entrust all his
affairs to reason and intelligence and steer his course by them. For this
in my opinion was the sum and substance of the philosophy of Diogenes.)
Εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ· καίτοι καὶ τοῦτο τυχὸν ἅπαξ ἢ οὐδὲ
ἅπαξ ἐγένετο· ὅταν ἡμῖν [202] τὰ ἄλλα κατὰ τὸν Διογένη γένηται σπουδαῖος,
ἂν αὐτῷ(103) φανῇ καὶ τοιοῦτόν τι δρᾶν(104) φανερῶς ἐν ὀφθαλμοὶς πάντων,
οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα. πρότερον μέντοι τὴν Διογένους ἡμῖν
ἐπιδειξάμενος εὐμάθειαν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασιν
ἐλευθερίαν, αὐτάρκειαν, δικαιοσύνην, σωφροσύνην, εὐλάβειαν, χάριν,
προσοχήν, ὡς μηδὲν εἰκῇ μηδὲ μάτην μηδὲ ἀλόγως ποιεῖν· [B] ἐπεὶ καὶ ταῦτα
τῆς Διογένους ἐστὶ φιλοσοφίας οἰκεῖα· πατείτω τῦφον, καταπαιζέτω τῶν τὰ
μὲν ἀναγκαῖα τῆς φύσεως ἔργα κρυπτόντων ἐν σκότῳ· φημὶ δὲ τῶν περιττωμάτων
τὰς ἐκκρίσεις· ἐν μέσαις δὲ ταῖς ἀγοραῖς καὶ ταῖς πόλεσιν ἐπιτηδευόντων τὰ
βιαιότατα καὶ μηδὲν ἡμῶν οἰκεῖα τῇ φύσει, χρημάτων ἁρπαγάς, συκοφαντίας,
γραφὰς ἀδίκους, διώξεις ἄλλων τοιούτων συρφετωδῶν πραγμάτων. ἐπεὶ καὶ
Διογένης εἴτε [C] ἀπέπαρδεν εἴτε ἀπεπάτησεν εἴτε ἄλλο τι τοιοῦτον ἔπραξεν,
ὥσπερ οὖν λέγουσιν, ἐν ἀγορᾷ, τὸν ἐκείνων πατῶν τῦφον ἐποίει, διδάσκων
αὐτούς, ὅτι πολλῷ φαυλότερα καὶ χαλεπώτερα τούτων ἐπιτηδεύουσι. τὰ μὲν γάρ
ἐστιν ἡμῖν πᾶσι κατὰ φύσιν, τὰ δὲ ὡς ἔπος εἰπεῖν οὐδενί, πάντα δὲ ἐκ
διαστροφῆς ἐπιτηδεύεται.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account