Ἀρξώμεθα δὲ πρῶτον ἀπὸ τοῦ Γνῶθι σαυτόν, ἐπειδὴ καὶ θεῖόν ἐστι τοῦτο τὸ παρακέλευσμα. οὐκοῦν ὁ γιγνώσκων [B] αὑτὸν εἴσεται μὲν περὶ ψυχῆς, εἴσεται δὲ καὶ περὶ σώματος. καὶ τοῦτο οὐκ ἀρκέσει μόνον, ὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς ἐπελεύσεται τὴν οὐσίαν, ἔπειτα ἀνιχνεύσει τὰς δυνάμεις. καὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, [C] καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν. ἐπιὼν δὲ αὖθις τὰς ἀρχὰς τοῦ σώματος σκέψεται, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστιν· εἶτα ὁδῷ προβαίνων ὑπέρ τε ἁρμονίας αὐτοῦ καὶ πάθους καὶ δυνάμεως καὶ πάντων ἁπλῶς ὧν δεῖται πρὸς διαμονήν. ἐπιβλέψει δὲ τὸ μετὰ τοῦτο καὶ ἀρχαῖς τεχνῶν ἐνίων, ὑφ᾽ ὧν βοηθεῖται πρὸς διαμονὴν τὸ σῶμα, οἷον ἰατρικῆς, [D] γεωργίας, ἑτέρων τοιούτων. οὐ μὴν οὐδὲ τῶν ἀχρήστων καὶ περιττῶν τι παντάπασιν ἀγνοήσει, ἐπεὶ καὶ ταῦτα(18) πρὸς κολακείαν τοῦ παθητικοῦ τῆς ψυχῆς ἡμῶν ἐπινενόηται. προσλιπαρῆσαι μὲν γὰρ τούτοις ἀποκνήσει αἰσχρὸν οἰόμενος τὸ τοιοῦτον, τὸ δοκοῦν ἐργῶδες ἐν αὐτοῖς φεύγων· τὸ δ᾽ ὅλον ὁποῖα ἄττα δοκεῖ καὶ οἷστισιν ἁρμόττει τῆς ψυχῆς μέρεσιν, οὐκ ἀγνοήσει. σκόπει δή, εἰ μὴ τὸ ἑαυτὸν γνῶναι πάσης μὲν ἐπιστήμης, πάσης δὲ τέχνης ἡγεῖταί τε ἅμα καὶ τοὺς καθόλου λόγους συνείληφε. [184] τά τε γὰρ θεῖα διὰ τῆς ἐνούσης ἡμῖν θείας μερίδος τά τε θνητὰ διὰ τῆς θνητοειδοῦς μοίρας πρὸς τούτοις †προσήκειν ἔφη τὸ μεταξὺ τούτων ζῷον εἰδέναι, τὸν ἄνθρωπον†,(19) τῷ μὲν καθ᾽ ἕκαστον θνητόν, τῷ παντὶ δὲ ἀθάνατον, καὶ μέντοι καὶ τὸν ἕνα καὶ τὸν καθ᾽ ἕκαστον συγκεῖσθαι ἐκ θνητῆς καὶ ἀθανάτου μερίδος.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account