Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν. ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, Ἀλλὰ σοὶ μέν, εἶπεν, ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων [C] ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω. περιβαλὼν(249) δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ἀπρὶξ εἴχετο σώζειν ἑαυτὸν δεόμενος. ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, Ἀλλὰ ποῦ σοι, ἔφη, ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος; ὁ δέ, Καὶ ταῦτα, εἶπε, μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ. Ἴσθι οὖν, εἶπεν ὁ μέγας Ἥλιος, ὅτι σε πάντως χρὴ [D] ἐπανελθεῖν ἐκεῖσε. ἐνταῦθα ἐδεῖτο μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ᾽ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν. ὡς δὲ ἐλιπάρει δακρύων, Ἀλλὰ νέος εἶ, ἔφη, καὶ ἀμύητος. ἴθι οὖν παρ᾽ ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ σ᾽ ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς. [232] ἀκούσας ταῦτα ὁ νεανίσκος εἱστήκει σιωπῇ. καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος, δι ἧς ὥσπερ δι᾽ ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἠλίου, Ὁρᾷς, εἶπε, τὸν ἀνεψιὸν τὸν κληρονόμον; καὶ ὅς, Ὁρῶ, ἔφη. Τί δέ; τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας; καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. [B] Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; ποταποὶ δ᾽ αὖ οἱ ποιμένες τε καὶ βουκόλοι; καὶ ὁ νεανίσκος, Ὁ μέν μοι, ἔφη, δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος(250) λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες. ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην. τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον [C] ἄμισθον εἶναί φησι καὶ οδύρεται. καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην. Ἂν οὖν, ἔφη, σὲ ἐγὲ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω—; πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. ὁ δέ, Μὴ λίαν ἀπειθὴς ἔσο, φησί, μή ποτέ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account