Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε· 140 ταῦτα πάντα προειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐν ὕδατι ζῶντι. Ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον· εἰ δ᾿ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ. Ἐὰν δε ἀμφότερα 145 μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ είς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω ὁ βαπ- τίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἀλλοι δύ- νανται· κελεύσεις δὲ νηστεῦσαι τὸν βαπτιζο- 150 μενον πρὸ μιᾶς ἢ δύο. Κεφ. η΄. Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν· νηστεύουσι γὰρ δευτέρᾳ σαββά- των καὶ πέμπτῃ· ὑμεῖς δὲ νηστεύσατε τετ- ράδα καὶ παρασκευήν. Μηδὲ προσεύχεσθε 155 ὡς οἱ ὑποκριταί, ἀλλ᾿ ὡς ἐκέλευσεν ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτω προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, έλθέτω ἡ βασιλεία σου, γενη- θήτω τὸ θέλημά σου ὡς ἐν ούρανῷ καὶ ἐπὶ γῆς· 160 τὸν ἄρτον ἡμῶν τὸν επιούιον δὸς ἡμῖν σήμε- ρον καὶ ἄφες ἡμῖν τὴν ὀφειλὴν ἡμῶν ὡς καὶ ἡμεἰς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ 165 δόξα εἰς τοὺς αἰῶνας. Τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε. Κεφ. θ΄. Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε· πρῶτον περὶ τοῦ ποτηρίου· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαβὶδ 170 τοῦ παιδός σου, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Περὶ δὲ τοῦ κλάσματος· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἧς ἐγνὠρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς 175 τοὺς αἰῶνας. Ὥσπερ ἧν τοῦτο κλάσμα διεσκορ- πισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγἐ- νετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν· ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ 180 Χριστοῦ εἰς τοὺς αἰῶνας. Μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ᾿ οἱ βαπτισθέντες εἰς ὄνομα Κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ Κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. Κεφ. ι΄.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account