You, however, thought it beneath you to stretch out your hand for them or to take them by force. Then against his will and with reluctance, but yielding at last to what is called Thessalian persuasion,(145) he took off the purple robe and offered it to you. What a heroic figure yours was then, when, in a single day, you became master of all those races, those legions, all that wealth, when you stripped of his power and took prisoner one who, if not in fact yet in intention, had shown that he was your enemy!) Ἆρ᾽ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος, προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; [B] τίς δέ σ᾽(146) εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθ᾽ ὑπερηδόμενον; καίτοι πῶς(147) ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατηγεῖον(148) ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα, μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγοὺς, [C] οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτ᾽ ἂν ἀξιώσαιμι τῷ(149) σῷ παραβαλεῖν τἀκείνων θέατρα. οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπέρ τοσούτων κινδυνεόοντες, ἀλλ᾽ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι, ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, [D] τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, [33] εὐκαταφρόνητον, ἁλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, ἡ(150) παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐγκαταλιπεῖν(151) ἰσχύσασα ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ [B] μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέαις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ ποιτῶντος, ἀλλ᾽ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; καίτοι γε μὴν ταὺτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς άρχῆς διαφερομένους δίκῃ τὰ καθ᾽ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει. σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις οὄτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς· [C] ἕχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος· πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα ἐν(152) ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account