[190] Διόπερ ἐπανακτέον ἐπὶ τὰ μέρη τῆς φιλοσοφίας τῆς κυνικῆς. φαίνονται μὲν δὴ καὶ οὗτοι διμερῆ τὴν φιλοσοφίαν νομίσαντες ὥσπερ ὁ Ἀριστοτέλης καὶ Πλάτων, θεωρηματικήν τε καὶ πρακτικὴν, αὐτὸ τοῦτο(55) συνέντες δηλονότι καὶ νοήσαντες, ὡς οἰκεῖόν ἐστιν ἔνθρωπος φύσει πράξει καὶ ἐπιστήμῃ. εἰ δὲ τῆς φυσικῆς τὴν θεωρίαν(56) ἐξέκλιναν, οὐδὲν τοῦτο πρὸς τὸν λόγον. ἐπεὶ καὶ Σωκράτης καὶ πλείονες ἄλλοι θεωρίᾳ μὲν φαίνονται χρησάμενοι πολλῇ, ταύτῃ δὲ οὐκ ἄλλου χάριν, ἀλλὰ τῆς πράξεως· ἐπεὶ καὶ τὸ ἑαυτὸν γνῶναι τοῦτο ἐνόμισαν, [B] τὸ μαθεῖν ἀκριβῶς, τί μὲν ἐποδοτέον ψυχῇ, τί δὲ σώματι· ἀπέδοσαν δὲ(57) εἰκότως ἡγεμονίαν μὲν τῇ ψυχῇ, ὑπηρεσίαν δὲ τῷ σώματι. φαίνονται δὴ οὖν ἀρετὴν ἐπιτηδεύσαντες, ἐγκράτειαν, ἀτυφίαν, ἐλευθερίαν, ἔξω γενόμενοι παντὸς φθόνου, δειλίας, δεισιδαιμονίας. ἀλλ᾽ οὐχ ἡμεῖς ταῦτα ὑπὲρ αὐτῶν διανοούμεθα, παίζειν δὲ αὐτοὺς καὶ κυβεύειν περὶ τοῖς φιλτάτοις ὑπολαμβάνομεν, οὕτως ὑπεριδόντας [C] τοῦ σώματος, ὡς ὁ Σωκράτης ἔφη λέγων ὀρθῶς μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν. τοῦτο ἐκεῖνοι καθ᾽ ἑκάστην ἡμέραν ἐπιτηδεύοντες οὐ ζηλωτοὶ μᾶλλον ἡμῖν, ἄθλιοι δέ τινες καὶ παντελῶς ἀνόητοι δοκοῦσιν·(58) ἀνθ᾽ ὅτου δὲ(59) τοὺς πόνους ὑπέμειναν τούτους;(60) οὐχ ὡς αὐτὸς εἶπας, κενοδοξίας ἕνεκα. καὶ γὰρ(61) πῶς ὑπὸ τῶν ἄλλων ἐπῃνοῦντο ὠμὰ προσφερόμενοι σαρκία; καίτοι οὐδὲ αὐτὸς ἐπαινέτης εἶ. [D] τοῦ γοῦν τοιούτου τρίβωνα καὶ τὴν κόμην, ὥσπερ αἱ γραφαὶ τῶν ἀνδρῶν, ἀπομιμούμενος εἶθ᾽ ὃ μηδὲ αὐτὸς ἀξιάγαστον ὑπολαμβάνεις, τοῦτο εὐδοκιμεῖν οἴει παρὰ τῷ πλήθει; καὶ εἳς μὲν ἢ δεύτερος ἐπῄνει τότε, πλεῖν δ᾽ οὖν ἢ δέκα μυριάδες ὑπὸ τῆς ναυτίας καὶ βδελυρίας διεστράφησαν τὸν στόμαχον καὶ ἀπόσιτοι γεγόνασιν, ἄχρις αὐτοὺς οἱ θεράποντες ἀνέλαβον ὀσμαῖς καὶ μύροις καὶ πέμμασιν. [191] οὕτως ὁ κλεινὸς ἥρως ἔργῳ κατεπλήξατο γελοίῳ μὲν ἀνθρώποις τοιούτοις,
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account